< Jaņa Atklāsmes Grāmata 6 >

1 Un es redzēju, ka Tas Jērs vienu no tiem zieģeļiem atdarīja, un dzirdēju vienu no tiem četriem dzīviem sakām kā ar pērkona balsi: nāc un lūko!
Καὶ εἶδον ὅτι ἤνοιξε τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος, ὡς φωνὴ βροντῆς, Ἔρχου καὶ ἴδε.
2 Un es redzēju, un raugi, tur bija balts zirgs, un kas uz tā sēdēja, tam bija stops; un tam kronis tapa dots, un viņš izgāja uzvarēdams, un lai uzvarētu.
Καὶ ἰδού, ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾽ αὐτὸν ἔχων τόξον· καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθε νικῶν, καὶ ἵνα νικήσῃ.
3 Un kad Viņš to otru zieģeli atdarīja, tad es dzirdēju to otru dzīvo sakām: nāc un lūko!
Καὶ ὅτε ἤνοιξε τὴν δευτέραν σφραγῖδα, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος, Ἔρχου.
4 Un tur izgāja otrs, sarkans zirgs, un tam, kas uz tā sēdēja, tapa dots, mieru atņemt no zemes, un ka tie cits citu nokautu savā starpā, un tam tapa dots liels zobens.
Καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρός· καὶ τῷ καθημένῳ ἐπ᾽ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς, ἵνα ἀλλήλους σφάξωσι· καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.
5 Un kad Viņš to trešo zieģeli atdarīja, tad es dzirdēju to trešo dzīvo sakām: nāc un lūko! Un es redzēju, un raugi, melns zirgs, un tam, kas uz tā sēdēja, bija svari rokā.
Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος, Ἔρχου καὶ ἴδε. Καὶ ἰδού, ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ᾽ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ.
6 Un es dzirdēju balsi to četru dzīvo vidū sakām: viens mērs kviešu par sudraba gabalu un trīs mēri miežu par sudraba gabalu un eļļu un vīnu nesamaitā.
Καὶ ἤκουσα φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν, Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες κριθῆς δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.
7 Un kad Viņš to ceturto zieģeli atdarīja, tad es dzirdēju tā ceturtā dzīvā balsi sakām: nāc un lūko!
Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα τοῦ τετάρτου ζῴου λέγοντος, Ἔρχου καὶ ἴδε.
8 Un es redzēju un raugi, pelēks zirgs, un kas uz tā sēdēja, tam bija vārds: nāve; un elle tai gāja pakaļ; un tiem vara tapa dota, ceturto pasaules tiesu nokaut ar zobenu un ar badu un ar mēri un caur zemes zvēriem. (Hadēs g86)
Καὶ ἰδού, ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ, ὄνομα αὐτῷ ὁ Θάνατος, καὶ ὁ ᾍδης ἠκολούθει αὐτῷ. Καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ, καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς. (Hadēs g86)
9 Un kad Tas to piekto zieģeli atdarīja, tad es redzēju apakš tā kvēpināmā altāra to dvēseles, kas bija nokauti Dieva vārda dēļ un tās liecības dēļ, kas tiem bija.
Καὶ ὅτε ἤνοιξε τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ διὰ τὴν μαρτυρίαν τοῦ ἀρνίου ἣν εἶχον,
10 Un tie sauca ar stipru balsi sacīdami: cik ilgi, ak svētais un patiesīgais Valdītājs, Tu nesodi un neatriebi mūsu asinis pie tiem, kas virs zemes dzīvo?
καὶ ἔκραξαν φωνὴν μεγάλην, λέγοντες, Ἕως πότε, ὁ δεσπότης, ὁ ἅγιος καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς;
11 Un garas baltas drēbes ikvienam tapa dotas, un tiem tapa sacīts, lai tie vēl mazu laiku dus, tiekams viņu darba biedru un viņu brāļu skaits būs pilns, kas taps nokauti, tā kā viņi.
Καὶ ἐδόθη αὐτοῖς στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσωνται ἔτι χρόνον, ἕως πληρώσωσι καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ οἱ μέλλοντες ἀποκτένεσθαι ὡς καὶ αὐτοί.
12 Un es redzēju, kad Viņš to sesto zieģeli atdarīja, tad cēlās liela zemes trīcēšana, un saule tapa tumša kā rupjš maiss, un mēnesis tapa kā asinis.
Καὶ εἶδον ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος μέλας ἐγένετο ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἷμα,
13 Un debess zvaigznes krita uz zemi, kā vīģes koks savas neienākušās vīģes nomet, kratīts no liela vēja.
καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσον εἰς τὴν γῆν, ὡς συκῆ βαλοῦσα τοὺς ὀλύνθους αὐτῆς, ὑπὸ ἀνέμου μεγάλου σειομένη.
14 Un debess aizgāja kā satīta grāmata, un visi kalni un salas tapa kustinātas no savām vietām,
Καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενος, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν.
15 Un tie ķēniņi virs zemes un tie lielie kungi un tie bagātie un tie virsnieki un tie varenie un visi kalpi un visi svabadie paslēpās alās un kalnu dobumos,
Καὶ οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ μεγιστᾶνες, καὶ οἱ χιλίαρχοι, καὶ οἱ πλούσιοι, καὶ οἱ ἰσχυροί, καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος, ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων,
16 Un sacīja uz tiem kalniem un tām klintīm: krītiet pār mums un apslēpiet mūs no Tā vaiga, kas sēž uz tā goda krēsla, un no Tā Jēra dusmības.
καὶ λέγουσι τοῖς ὄρεσι καὶ ταῖς πέτραις, Πέσετε ἐφ᾽ ἡμᾶς, καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τῷ θρόνῳ, καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου·
17 Jo Viņa dusmības lielā diena ir atnākusi, - un kas var pastāvēt?
ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτοῦ, καὶ τίς δύναται σταθῆναι;

< Jaņa Atklāsmes Grāmata 6 >