< Jaņa Atklāsmes Grāmata 16 >
1 Un es dzirdēju stipru balsi no Dieva nama sakām uz tiem septiņiem eņģeļiem: ejat un izlejat Dieva dusmības kausus uz zemi.
Καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ ναοῦ, λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις, Ὑπάγετε, καὶ ἐκχέατε τὰς φιάλας τοῦ θυμοῦ τοῦ Θεοῦ εἰς τὴν γῆν.
2 Un tas pirmais nogāja un izlēja savu kausu uz zemi, un tur ļauns un nikns augonis piemetās tiem cilvēkiem, kam tā zvēra zīme bija, un kas viņa bildi pielūdza.
Καὶ ἀπῆλθεν ὁ πρῶτος, καὶ ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν εἰς τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς τῇ εἰκόνι αὐτοῦ προσκυνοῦντας.
3 Un tas otrais eņģelis savu kausu izlēja jūrā, un tā palika par asinīm, kā no miruša, un ikviena dzīva dvaša jūrā nomira.
Καὶ ὁ δεύτερος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζῶσα ἀπέθανεν ἐν τῇ θαλάσσῃ.
4 Un tas trešais eņģelis izlēja savu kausu upēs un ūdeņu avotos, un tie palika par asinīm.
Καὶ ὁ τρίτος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ εἰς τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα.
5 Un es dzirdēju to ūdeņu eņģeli sakām: Kungs, kas ir un kas bijis, Tu esi taisns un svēts, ka Tu tā esi tiesājis.
Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος, Δίκαιος, Κύριε, εἶ, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ὅσιος, ὅτι ταῦτα ἔκρινας·
6 Jo tie to svēto un to praviešu asinis ir izlējuši; tāpēc Tu tiem arīdzan asinis esi devis dzert, jo tie to pelnījuši.
ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς ἔδωκας πιεῖν· ἄξιοι γάρ εἰσι.
7 Un es dzirdēju citu no tā altāra sakām: tiešām, Kungs Dievs, visu Valdītājs, patiesīgas un taisnas ir Tavas tiesas.
Καὶ ἤκουσα ἄλλου ἐκ τοῦ θυσιαστηρίου λέγοντος, Ναί, Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
8 Un tas ceturtais eņģelis izlēja savu kausu uz sauli, un viņam tapa dots, cilvēkus dedzināt ar uguni.
Καὶ ὁ τέταρτος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι τοὺς ἀνθρώπους ἐν πυρί.
9 Un cilvēki tapa dedzināti ar lielu karstumu un zaimoja Tā Dieva vārdu, kam vara ir pār šīm mocībām. Bet tie neatgriezās no grēkiem, Viņam dot godu.
Καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν τὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
10 Un tas piektais eņģelis savu kausu izlēja uz tā zvēra goda krēslu, un viņa valsts tapa aptumšota, un tie no sāpēm sakoda savas mēles,
Καὶ ὁ πέμπτος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη· καὶ ἐμασσῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου,
11 Un zaimoja To Dievu debesīs savu sāpju dēļ un savu augoņu dēļ, un neatgriezās no saviem darbiem.
καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
12 Un tas sestais eņģelis savu kausu izlēja uz to lielo Eifrates upi, un viņas ūdens izsīka, ka taptu sataisīts ceļš tiem ķēniņiem no saules lēkšanas puses.
Καὶ ὁ ἕκτος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν τὸν Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῶν ἡλίου.
13 Un es redzēju no tā pūķa mutes un no tā zvēra mutes un no tā viltīgā pravieša mutes nākam trīs nešķīstus garus, vardēm līdzīgus.
Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος, καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου, καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου, πνεύματα τρία ἀκάθαρτα ὅμοια βατράχοις·
14 Jo tie ir velnu gari, kas dara zīmes un iziet pie visas pasaules ķēniņiem, tos sapulcināt uz karu, Dieva, tā Visuvarenā, lielā dienā.
εἰσὶ γὰρ πνεύματα δαιμόνων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς πόλεμον τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης τοῦ Θεοῦ τοῦ παντοκράτορος —
15 “Redzi, Es nāku kā zaglis: svētīgs, kas nomodā un savas drēbes sarga, ka tas nestaigā pliks un viņa kauns netop redzēts.”
Ἰδού, ἔρχομαι ὡς κλέπτης. Μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ, καὶ βλέπωσι τὴν ἀσχημοσύνην αὐτοῦ —
16 Un viņš tos sapulcināja uz to vietu, kas ebrejiski top saukta Armaģedon.
Καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἀρμαγεδδών.
17 Un tas septītais eņģelis savu kausu izlēja gaisā, un stipra balss nāca no tā debes' nama, no tā goda krēsla, sacīdama: ir noticis.
Καὶ ὁ ἕβδομος ἄγγελος ἐξέχεε τὴν φιάλην αὐτοῦ εἰς τὸν ἀέρα· καὶ ἐξῆλθε φωνὴ μεγάλη ἀπὸ τοῦ ναοῦ τοῦ οὐρανοῦ, ἀπὸ τοῦ θρόνου, λέγουσα, Γέγονε.
18 Un balsis un pērkoni un zibeņi cēlās. Un tad notika liela zemes trīcēšana, kāda vēl nav notikusi, kamēr cilvēki virs zemes bijuši, tāda un tik liela zemes trīcēšana.
Καὶ ἐγένοντο φωναὶ καὶ βρονταὶ καὶ ἀστραπαί, καὶ σεισμὸς ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο ἀφ᾿ οὗ οἱ ἄνθρωποι ἐγένοντο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμός, οὕτω μέγας.
19 Un tā lielā pilsēta dalījās trijās daļās, un pagānu pilsētas sagruva, un Bābele, tā lielā, tapa pieminēta Dieva priekšā, ka tai taptu dots viņa dusmības un bardzības vīna biķeris.
Καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσον· καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ, δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ.
20 Un visas salas bēga, un kalni netapa atrasti.
Καὶ πᾶσα νῆσος ἔφυγε, καὶ ὄρη οὐχ εὑρέθησαν.
21 Un liela krusa, triju podu smaga, krita no debesīm uz cilvēkiem, un cilvēki zaimoja Dievu tās mocības dēļ caur to krusu; jo viņas mocība ir varen liela.
Καὶ χάλαζα μεγάλη, ὡς ταλαντιαία, καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν Θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης· ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα.