< Salamana Pamācības 27 >
1 Nelielies ar rītdienu; jo tu nezini, ko diena atnesīs.
μὴ καυχῶ τὰ εἰς αὔριον οὐ γὰρ γινώσκεις τί τέξεται ἡ ἐπιοῦσα
2 Lai cits tevi slavē un ne paša mute, svešs un ne paša lūpas.
ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη
3 Akmens ir grūts un smiltis smagas, bet ģeķa sēras sūrākas nekā abi.
βαρὺ λίθος καὶ δυσβάστακτον ἄμμος ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων
4 Nežēlība ir briesmīga lieta un bardzība ir kā plūdi; bet priekš skaudības, kas tur pastāvēs!
ἀνελεήμων θυμὸς καὶ ὀξεῖα ὀργή ἀλλ’ οὐδένα ὑφίσταται ζῆλος
5 Labāki skaidri pārmācīt, nekā mīlestība, ko nedabū redzēt.
κρείσσους ἔλεγχοι ἀποκεκαλυμμένοι κρυπτομένης φιλίας
6 Drauga sitieni nāk no labas sirds, bet viltīga ir nīdētāja skūpstīšana.
ἀξιοπιστότερά ἐστιν τραύματα φίλου ἢ ἑκούσια φιλήματα ἐχθροῦ
7 Paēdis arī tīru medu min pa kājām, bet izsalkušam ikviens rūgtums ir salds.
ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει ψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκεῖα φαίνεται
8 Kā putns, kas savu ligzdu atstājis, tāds ir cilvēks, no dzimtenes aizgājis.
ὥσπερ ὅταν ὄρνεον καταπετασθῇ ἐκ τῆς ἰδίας νοσσιᾶς οὕτως ἄνθρωπος δουλοῦται ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων τόπων
9 Eļļa un kvēpināšana iepriecina sirdi; tāds mīlīgs ir draugs, kas padomu dod no sirds.
μύροις καὶ οἴνοις καὶ θυμιάμασιν τέρπεται καρδία καταρρήγνυται δὲ ὑπὸ συμπτωμάτων ψυχή
10 Neatstāj savu draugu, nedz sava tēva draugu, un savā bēdu laikā neej sava brāļa namā; labāks ir kaimiņš tuvumā, nekā brālis tālumā.
φίλον σὸν ἢ φίλον πατρῷον μὴ ἐγκαταλίπῃς εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν κρείσσων φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἰκῶν
11 Esi gudrs, mans dēls, tad mana sirds priecāsies, un es varēšu atbildēt saviem nievātājiem.
σοφὸς γίνου υἱέ ἵνα εὐφραίνηταί μου ἡ καρδία καὶ ἀπόστρεψον ἀπὸ σοῦ ἐπονειδίστους λόγους
12 Gudrais paredz nelaimi un paglābjās; bet neprāta ļaudis skrien vien un dabū ciest.
πανοῦργος κακῶν ἐπερχομένων ἀπεκρύβη ἄφρονες δὲ ἐπελθόντες ζημίαν τείσουσιν
13 „Atņem tam drēbi; jo viņš priekš sveša galvojis, un tā nezināmā vietā ķīlā to.“
ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ παρῆλθεν γάρ ὑβριστὴς ὅστις τὰ ἀλλότρια λυμαίνεται
14 Ja arī cilvēks no paša rīta skaņā balsī savu tuvāko svētī, to viņam tomēr var pārgriezt par lāstiem.
ὃς ἂν εὐλογῇ φίλον τὸ πρωὶ μεγάλῃ τῇ φωνῇ καταρωμένου οὐδὲν διαφέρειν δόξει
15 Bez gala pil, kad lietus līst, un rējēja sieva tāda pat.
σταγόνες ἐκβάλλουσιν ἄνθρωπον ἐν ἡμέρᾳ χειμερινῇ ἐκ τοῦ οἴκου αὐτοῦ ὡσαύτως καὶ γυνὴ λοίδορος ἐκ τοῦ ἰδίου οἴκου
16 Kas tādu grib valdīt, tas valda vēju un tur eļļu savā rokā.
βορέας σκληρὸς ἄνεμος ὀνόματι δὲ ἐπιδέξιος καλεῖται
17 Dzelzs trinās pie dzelzs un cilvēks trinās pie cilvēka.
σίδηρος σίδηρον ὀξύνει ἀνὴρ δὲ παροξύνει πρόσωπον ἑταίρου
18 Kas vīģes koku kopj, ēdīs viņa augļus, un kas par savu kungu gādā, taps godā.
ὃς φυτεύει συκῆν φάγεται τοὺς καρποὺς αὐτῆς ὃς δὲ φυλάσσει τὸν ἑαυτοῦ κύριον τιμηθήσεται
19 Kā vaigam vaigs atspīd ūdenī, tā cilvēka sirds cilvēkam.
ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις οὕτως οὐδὲ αἱ καρδίαι τῶν ἀνθρώπων
20 Elle un bezdibenis nav pildāmi, tāpat cilvēka acis nav pildāmas. (Sheol )
ᾅδης καὶ ἀπώλεια οὐκ ἐμπίμπλανται ὡσαύτως καὶ οἱ ὀφθαλμοὶ τῶν ἀνθρώπων ἄπληστοι βδέλυγμα κυρίῳ στηρίζων ὀφθαλμόν καὶ οἱ ἀπαίδευτοι ἀκρατεῖς γλώσσῃ (Sheol )
21 Kausējams katls sudrabam, ceplis zeltam, un vīrs pēc savas slavas.
δοκίμιον ἀργύρῳ καὶ χρυσῷ πύρωσις ἀνὴρ δὲ δοκιμάζεται διὰ στόματος ἐγκωμιαζόντων αὐτόν καρδία ἀνόμου ἐκζητεῖ κακά καρδία δὲ εὐθὴς ἐκζητεῖ γνῶσιν
22 Ja tu ģeķi piestā ar piestalu putraimos sagrūstu, ģeķība no viņa neatstāsies.
ἐὰν μαστιγοῖς ἄφρονα ἐν μέσῳ συνεδρίου ἀτιμάζων οὐ μὴ περιέλῃς τὴν ἀφροσύνην αὐτοῦ
23 Liec labi ziņā savus sīkos lopus un ņem vērā savus ganāmos,
γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου καὶ ἐπιστήσεις καρδίαν σου σαῖς ἀγέλαις
24 Jo mantas nepaliek mūžīgi, nedz ķēniņa kronis uz radu radiem.
ὅτι οὐ τὸν αἰῶνα ἀνδρὶ κράτος καὶ ἰσχύς οὐδὲ παραδίδωσιν ἐκ γενεᾶς εἰς γενεάν
25 (Bet) kad siens nopļauts, un jauns zaļums nācis, un zāles uz kalniem salasītas,
ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν καὶ σύναγε χόρτον ὀρεινόν
26 Tad tev jēri būs apģērbam, un āži par tīruma maksu,
ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν τίμα πεδίον ἵνα ὦσίν σοι ἄρνες
27 Un kazu piena būs diezgan tev un tavam namam par barību un par uzturu tavām kalponēm.
υἱέ παρ’ ἐμοῦ ἔχεις ῥήσεις ἰσχυρὰς εἰς τὴν ζωήν σου καὶ εἰς τὴν ζωὴν σῶν θεραπόντων