< Nechemijas 12 >

1 Šie ir tie priesteri un leviti, kas bija atnākuši ar Zerubabeli, Šealtiēļa dēlu, un Ješuū: Seraja, Jeremija, Ezra,
καὶ οὗτοι οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἱ ἀναβαίνοντες μετὰ Ζοροβαβελ υἱοῦ Σαλαθιηλ καὶ Ἰησοῦ Σαραια Ιερμια Εσδρα
2 Amarija, Maluks, Hatus,
Αμαρια Μαλουχ
3 Šekanijus, Rehums, Meremots,
Σεχενια
4 Idus, Ģintous, Abija,
5 Mejamins, Maādija, Bilgus,
6 Šemaja un Jojaribs, Jedaja.
7 Sallus, Amoks, Hilķija un Jedaja. Šie ir priesteru un viņu brāļu virsnieki Ješuūs dienās.
οὗτοι ἄρχοντες τῶν ἱερέων καὶ ἀδελφοὶ αὐτῶν ἐν ἡμέραις Ἰησοῦ
8 Un tie leviti bija: Ješuūs, Binujus, Kadmiēls, Šerebija, Jūda, Matanilus, - tas ar saviem brāļiem bija iecelts par dziesmu vadoni.
καὶ οἱ Λευῖται Ιησου Βανουι Καδμιηλ Σαραβια Ιουδα Μαχανια ἐπὶ τῶν χειρῶν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ
9 Un Bakbuķija un Unnus, viņu brāļi, stāvēja kalpošanā viņiem pretī.
εἰς τὰς ἐφημερίας
10 Un Ješuūs dzemdināja Jojaķimu, un Jojaķims dzemdināja Elijašibu, un Elijašibs dzemdināja Jojadu,
καὶ Ἰησοῦς ἐγέννησεν τὸν Ιωακιμ καὶ Ιωακιμ ἐγέννησεν τὸν Ελιασιβ καὶ Ελιασιβ τὸν Ιωδαε
11 Un Jojadus dzemdināja Jonatānu, un Jonatāns dzemdināja Jaduū.
καὶ Ιωδαε ἐγέννησεν τὸν Ιωναθαν καὶ Ιωναθαν ἐγέννησεν τὸν Ιαδου
12 Un Jojaķima dienās bija no priesteriem cilts virsnieki: Serajam Meraja, Jeremijam Hananija,
καὶ ἐν ἡμέραις Ιωακιμ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῷ Σαραια Μαραια τῷ Ιερμια Ανανια
13 Ezram Mešulams, Amarijam Johanans,
τῷ Εσδρα Μεσουλαμ τῷ Αμαρια Ιωαναν
14 Malukam Jonatāns, Šebanijam Jāzeps,
τῷ Μαλουχ Ιωναθαν τῷ Σεχενια Ιωσηφ
15 Harimam Adnus, Merajotam Ebkajus,
τῷ Αρεμ Αδνας τῷ Μαριωθ Ελκαι
16 Idum Zaharija, Ģintonam Mešulams,
τῷ Αδδαι Ζαχαριας τῷ Γαναθων Μοσολλαμ
17 Abijam Sihrus, Minjaminam Moadijam Piltajus,
τῷ Αβια Ζεχρι τῷ Βενιαμιν ἐν καιροῖς τῷ Φελητι
18 Bilgum Šamuūs, Šemajam Jonatāns,
τῷ Βαλγα Σαμουε τῷ Σεμεια Ιωναθαν
19 Un Jojaribam Matnajus, Jedajam Uzus,
τῷ Ιωιαριβ Μαθθαναι τῷ Ιδια Οζι
20 Sallajam Kallajus, Amokam Ēbers,
τῷ Σαλλαι Καλλαι τῷ Αμουκ Αβεδ
21 Hilķijam Hašabija, Jedajam Netaneēls.
τῷ Ελκια Ασαβιας τῷ Ιεδεϊου Ναθαναηλ
22 Elijašiba, Jojada, Jehohanana un Jaduūs dienās levitu cilts virsnieki tapa uzrakstīti un priesteri apakš Dārija, tā Persieša, valdīšanas.
οἱ Λευῖται ἐν ἡμέραις Ελιασιβ Ιωαδα καὶ Ιωαναν καὶ Ιδουα γεγραμμένοι ἄρχοντες πατριῶν καὶ οἱ ἱερεῖς ἐν βασιλείᾳ Δαρείου τοῦ Πέρσου
23 Levja bērnu cilts virsnieki laiku grāmatā ir sarakstīti līdz Jehohanana, Elijašiba dēla, dienām.
υἱοὶ Λευι ἄρχοντες τῶν πατριῶν γεγραμμένοι ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν καὶ ἕως ἡμερῶν Ιωαναν υἱοῦ Ελισουβ
24 Bet levitu virsnieki bija šie: Hašabija, Šerebija un Ješuūs, Kadmiēļa dēls, un viņu brāļi bija viņiem klāt, slavēt un teikt, pēc Dieva vīra Dāvida likuma, ikkatrs savu laiku.
καὶ ἄρχοντες τῶν Λευιτῶν Ασαβια καὶ Σαραβια καὶ Ιησου καὶ υἱοὶ Καδμιηλ καὶ οἱ ἀδελφοὶ αὐτῶν κατεναντίον αὐτῶν εἰς ὑμνεῖν καὶ αἰνεῖν ἐν ἐντολῇ Δαυιδ ἀνθρώπου τοῦ θεοῦ ἐφημερία πρὸς ἐφημερίαν
25 Matanija un Bukbaķija, Obadijus, Mešulams, Talmons, Akubs, tie bija vārtu sargi, sargāt mantas namus pie vārtiem.
ἐν τῷ συναγαγεῖν με τοὺς πυλωροὺς
26 Šie bija Jojaķima, Ješuūs dēla, Jocadaka dēla dēla, dienās, un Nehemijas, tā zemes soģa, un priestera Ezras, tā rakstu mācītāja, dienās.
ἐν ἡμέραις Ιωακιμ υἱοῦ Ἰησοῦ υἱοῦ Ιωσεδεκ καὶ ἐν ἡμέραις Νεεμια καὶ Εσδρας ὁ ἱερεὺς ὁ γραμματεύς
27 Un pie Jeruzālemes mūra iesvētīšanas meklēja levitus no visām viņu vietām, tos vest uz Jeruzālemi, ka tie noturētu iesvētīšanas prieka svētkus ar pateikšanas un teikšanas dziesmām un ar pulkstenīšiem un somastabulēm un koklēm.
καὶ ἐν ἐγκαινίοις τείχους Ιερουσαλημ ἐζήτησαν τοὺς Λευίτας ἐν τοῖς τόποις αὐτῶν τοῦ ἐνέγκαι αὐτοὺς εἰς Ιερουσαλημ ποιῆσαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν θωδαθα καὶ ἐν ᾠδαῖς κυμβαλίζοντες καὶ ψαλτήρια καὶ κινύραι
28 Un tie dziedātāju bērni sapulcējās no Jeruzālemes apgabala un no Netofatas ciemiem,
καὶ συνήχθησαν οἱ υἱοὶ τῶν ᾀδόντων καὶ ἀπὸ τῆς περιχώρου κυκλόθεν εἰς Ιερουσαλημ καὶ ἀπὸ ἐπαύλεων
29 Un no BetGilgalas un no Ģebas tīrumiem un no Asmavetas. Jo dziedātāji bija sev uzcēluši ciemus ap Jeruzālemi.
καὶ ἀπὸ ἀγρῶν ὅτι ἐπαύλεις ᾠκοδόμησαν ἑαυτοῖς οἱ ᾄδοντες ἐν Ιερουσαλημ
30 Tad priesteri un leviti šķīstījās un šķīstīja tos ļaudis un tos vārtus un to mūri.
καὶ ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τεῖχος
31 Tad es vedu Jūda virsniekus uz mūri un liku divus lielus dziedātāju pulkus uz svētku gājienu pa labo roku ārpus mūra līdz Mēslu vārtiem.
καὶ ἀνήνεγκα τοὺς ἄρχοντας Ιουδα ἐπάνω τοῦ τείχους καὶ ἔστησα δύο περὶ αἰνέσεως μεγάλους καὶ διῆλθον ἐκ δεξιῶν ἐπάνω τοῦ τείχους τῆς κοπρίας
32 Un tiem gāja pakaļ Ozaja un viena puse no Jūda virsniekiem,
καὶ ἐπορεύθη ὀπίσω αὐτῶν Ωσαια καὶ ἥμισυ ἀρχόντων Ιουδα
33 Un Azarijus un Ezra un Mešulams,
καὶ Αζαριας Εσδρας καὶ Μεσουλαμ
34 Jūda un Benjamins un Šemaja un Jeremija,
Ιουδα καὶ Βενιαμιν καὶ Σαμαια καὶ Ιερμια
35 Un no priesteru bērniem ar bazūnēm: Zaharija, Jonatāna dēls, tas bija Šemajas, tas Matanijas, tas Mikajas, tas Zakura, tas Asafa dēls,
καὶ ἀπὸ υἱῶν τῶν ἱερέων ἐν σάλπιγξιν Ζαχαριας υἱὸς Ιωναθαν υἱὸς Σαμαια υἱὸς Μαθανια υἱὸς Μιχαια υἱὸς Ζακχουρ υἱὸς Ασαφ
36 Un viņa brāļi Šemaja un Azareēls, Milalajus, Ģilalajus, Maājus, Netaneēls un Jūda, Hananus, ar Tā Dieva vīra Dāvida mūzikas rīkiem; un Ezra, tas rakstu mācītājs, gāja viņu priekšā.
καὶ ἀδελφοὶ αὐτοῦ Σαμαια καὶ Οζιηλ αἰνεῖν ἐν ᾠδαῖς Δαυιδ ἀνθρώπου τοῦ θεοῦ καὶ Εσδρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτῶν
37 Un pie Akas vārtiem, kas bija pretim, tie gāja augšām pa tām pakāpēm uz Dāvida pilsētu, pa mūra uzkāpi uz Dāvida namu, un līdz Ūdens vārtiem pret rītiem.
ἐπὶ πύλης τοῦ αιν κατέναντι αὐτῶν ἀνέβησαν ἐπὶ κλίμακας πόλεως Δαυιδ ἐν ἀναβάσει τοῦ τείχους ἐπάνωθεν τοῦ οἴκου Δαυιδ καὶ ἕως πύλης τοῦ ὕδατος κατὰ ἀνατολάς
38 Tas otrais dziedātāju pulks gāja it pretī, un es viņam pakaļ ar otru ļaužu pusi, pa mūri no Cepļa torņa līdz Platajam mūrim,
καὶ περὶ αἰνέσεως ἡ δευτέρα ἐπορεύετο συναντῶσα αὐτοῖς καὶ ἐγὼ ὀπίσω αὐτῆς καὶ τὸ ἥμισυ τοῦ λαοῦ ἐπάνω τοῦ τείχους ὑπεράνω τοῦ πύργου τῶν θεννουριμ καὶ ἕως τοῦ τείχους τοῦ πλατέος
39 Un pa Efraīma vārtiem, pa Vecpilsētas vārtiem un pa Zivju vārtiem un Hananeēļa torni un Meas(Simtnieku) torni un līdz Avju vārtiem, un tie apstājās pie Cietuma vārtiem.
καὶ ὑπεράνω τῆς πύλης Εφραιμ καὶ ἐπὶ πύλην τῆς ισανα καὶ ἐπὶ πύλην τὴν ἰχθυηρὰν καὶ πύργῳ Ανανεηλ καὶ ἕως πύλης τῆς προβατικῆς καὶ ἔστησαν ἐν πύλῃ τῆς φυλακῆς
40 Un tā abi dziedātāju pulki stāvēja pie Dieva nama, arī es un valdnieku viena puse līdz ar mani,
καὶ ἔστησαν αἱ δύο τῆς αἰνέσεως ἐν οἴκῳ τοῦ θεοῦ καὶ ἐγὼ καὶ τὸ ἥμισυ τῶν στρατηγῶν μετ’ ἐμοῦ
41 Un priesteri Elijaķims, Maāseja, Minjamins, Mikajus, Elioēnajus, Zaharija, Ananija ar bazūnēm,
καὶ οἱ ἱερεῖς Ελιακιμ Μαασιας Βενιαμιν Μιχαιας Ελιωηναι Ζαχαριας Ανανιας ἐν σάλπιγξιν
42 Un Maāseja, Šemaja, Eleazars un Uzus un Jehohanans un Malhija un Elams un Azars. Un dziedātāji dziedāja un Jizraķija bija tas vadonis.
καὶ Μαασιας καὶ Σεμειας καὶ Ελεαζαρ καὶ Οζι καὶ Ιωαναν καὶ Μελχιας καὶ Αιλαμ καὶ Εζουρ καὶ ἠκούσθησαν οἱ ᾄδοντες καὶ ἐπεσκέπησαν
43 Un tie upurēja tai dienā lielus upurus un priecājās; jo Dievs tos bija iepriecinājis ar lielu prieku; tur priecājās arī sievas un bērni, tā ka Jeruzālemes prieks tapa tālu dzirdēts.
καὶ ἔθυσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν ὅτι ὁ θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν ηὐφράνθησαν καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν Ιερουσαλημ ἀπὸ μακρόθεν
44 Tai dienā tur vīri kļuva iecelti pār mantu kambariem, kur tie cilājamie upuri, tie pirmaji un tie desmitie, lai tur sakrāj no pilsētu tīrumiem tās pienākamās daļas priekš priesteriem un levitiem. Jo Jūda priecājās par tiem priesteriem un levitiem, kas tur stāvēja,
καὶ κατέστησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἄνδρας ἐπὶ τῶν γαζοφυλακίων τοῖς θησαυροῖς ταῖς ἀπαρχαῖς καὶ ταῖς δεκάταις καὶ τοῖς συνηγμένοις ἐν αὐτοῖς ἄρχουσιν τῶν πόλεων μερίδας τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις ὅτι εὐφροσύνη ἦν ἐν Ιουδα ἐπὶ τοὺς ἱερεῖς καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστῶτας
45 Un ņēma vērā sava Dieva nama kopšanu un to šķīstīšanu; tāpat arī dziedātāji un vārtu sargi pēc Dāvida un viņa dēla Salamana likuma.
καὶ ἐφύλαξαν φυλακὰς θεοῦ αὐτῶν καὶ φυλακὰς τοῦ καθαρισμοῦ καὶ τοὺς ᾄδοντας καὶ τοὺς πυλωροὺς ὡς ἐντολαὶ Δαυιδ καὶ Σαλωμων υἱοῦ αὐτοῦ
46 Jo vecos laikos Dāvida un Asafa dienās bija priekšnieki dziedātājiem un Dieva slavas un pateicības dziesmām.
ὅτι ἐν ἡμέραις Δαυιδ Ασαφ ἀπ’ ἀρχῆς πρῶτος τῶν ᾀδόντων καὶ ὕμνον καὶ αἴνεσιν τῷ θεῷ
47 Tāpēc viss Israēls Zerubabeļa dienās un Nehemijas dienās deva daļas dziedātājiem un vārtu sargiem, ikdienas savu dienas daļu. Un deva to svēto tiesu levitiem, un leviti deva to svēto tiesu Ārona bērniem.
καὶ πᾶς Ισραηλ ἐν ἡμέραις Ζοροβαβελ διδόντες μερίδας τῶν ᾀδόντων καὶ τῶν πυλωρῶν λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ καὶ ἁγιάζοντες τοῖς Λευίταις καὶ οἱ Λευῖται ἁγιάζοντες τοῖς υἱοῖς Ααρων

< Nechemijas 12 >