< Nechemijas 10 >
1 Un uz tā apzieģelētā stāvēja: Nehemija, tas zemes soģis, Hakalijas dēls, un Cedeķija,
καὶ ἐπὶ τῶν σφραγιζόντων Νεεμιας υἱὸς Αχαλια καὶ Σεδεκιας
2 Seraja, Azarija, Jeremija,
υἱὸς Σαραια καὶ Αζαρια καὶ Ιερμια
3 Pašhurs, Amarija, Malhija,
Φασουρ Αμαρια Μελχια
4 Hatus, Šebanija, Maluks,
Ατους Σεβανι Μαλουχ
5 Harims, Merimots, Obadija,
Ιραμ Μεραμωθ Αβδια
6 Daniēls, Ģintuns, Bāruks,
Δανιηλ Γαναθων Βαρουχ
7 Mešulams, Abija, Mejamins,
Μεσουλαμ Αβια Μιαμιν
8 Maāzgus, Bilgajus, Šemaja: šie bija priesteri.
Μααζια Βελγαι Σαμαια οὗτοι ἱερεῖς
9 Un leviti: Ješuūs, Azanijas dēls, Binujus no EnHadada bērniem, Kadmiēls,
καὶ οἱ Λευῖται Ἰησοῦς υἱὸς Αζανια Βαναιου ἀπὸ υἱῶν Ηναδαδ Καδμιηλ
10 Un viņu brāļi Šebanija, Hodija, Kelitus, Pelaja, Hanans,
καὶ οἱ ἀδελφοὶ αὐτοῦ Σαβανια Ωδουια Καλιτα Φελεϊα Αναν
11 Miha, Reūbs, Hašabija,
Μιχα Ροωβ Εσεβιας
12 Zakurs, Šerebija. Šebanija,
Ζαχωρ Σαραβια Σεβανια
13 Hodija, Banus, Beninus.
Ωδουια υἱοὶ Βανουναι
14 Tie ļaužu virsnieki: Pareūs, PaātMoabs, Elams, Zatus, Banus.
ἄρχοντες τοῦ λαοῦ Φορος Φααθμωαβ Ηλαμ Ζαθουια υἱοὶ
15 Bunus, Azgads, Bebajus.
Βανι Ασγαδ Βηβαι
16 Adonija, Bigvājus, Adins,
Εδανια Βαγοι Ηδιν
17 Aters, Hizkija, Azurs,
Ατηρ Εζεκια Αζουρ
18 Hodija, Hašums, Becajus,
Οδουια Ησαμ Βησι
19 Harips, Anatots, Nebajus,
Αριφ Αναθωθ Νωβαι
20 Magpijas, Mešulams, Hezirs,
Μαγαφης Μεσουλαμ Ηζιρ
21 Mešezabeēls, Cadoks, Jaduūs,
Μεσωζεβηλ Σαδδουκ Ιεδδουα
22 Platija, Hanans, Anaja,
Φαλτια Αναν Αναια
23 Hošeja, Hananija, Hašubs,
Ωσηε Ανανια Ασουβ
24 Haloūs, Pilka, Šobeks,
Αλωης Φαλαϊ Σωβηκ
25 Rehums, Hašabnus, Maāseja.
Ραουμ Εσαβανα Μαασαια
26 Un Ahija, Hanans, Anans,
καὶ Αϊα Αιναν Ηναν
27 Maluks, Harims, Baēnus.
Μαλουχ Ηραμ Βαανα
28 Un tie citi ļaudis, priesteri, leviti, vārtu sargi, dziedātāji, Dieva nama kalpotāji un visi, kas bija atšķīrušies no tiem pagāniem tanīs zemēs uz Dieva bauslības pusi, viņu dēli un viņu meitas, visi prātīgie un mācītie ļaudis,
καὶ οἱ κατάλοιποι τοῦ λαοῦ οἱ ἱερεῖς οἱ Λευῖται οἱ πυλωροί οἱ ᾄδοντες οἱ ναθινιμ καὶ πᾶς ὁ προσπορευόμενος ἀπὸ λαῶν τῆς γῆς πρὸς νόμον τοῦ θεοῦ γυναῖκες αὐτῶν υἱοὶ αὐτῶν θυγατέρες αὐτῶν πᾶς ὁ εἰδὼς καὶ συνίων
29 Šie turējās pie saviem brāļiem, tiem virsniekiem, un svēti apsolījās un zvērēja, staigāt Dieva bauslībā, kas caur Mozu, Dieva kalpu, dota, un turēt un darīt Tā Kunga, mūsu Dieva, baušļus un Viņa tiesas un Viņa likumus.
ἐνίσχυον ἐπὶ τοὺς ἀδελφοὺς αὐτῶν κατηράσαντο αὐτοὺς καὶ εἰσήλθοσαν ἐν ἀρᾷ καὶ ἐν ὅρκῳ τοῦ πορεύεσθαι ἐν νόμῳ τοῦ θεοῦ ὃς ἐδόθη ἐν χειρὶ Μωυσῆ δούλου τοῦ θεοῦ καὶ φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς κυρίου ἡμῶν καὶ κρίματα αὐτοῦ
30 Un ka mēs negribam dot savas meitas tiem zemes ļaudīm, nedz ņemt viņu meitas saviem dēliem.
καὶ τοῦ μὴ δοῦναι θυγατέρας ἡμῶν τοῖς λαοῖς τῆς γῆς καὶ τὰς θυγατέρας αὐτῶν οὐ λημψόμεθα τοῖς υἱοῖς ἡμῶν
31 Un kad tie zemes ļaudis preces un visādu labību atvedīs svētā dienā pārdot, ka mēs no tiem negribam ņemt svētā dienā vai kādos citos svētkos, un ka mēs septīto gadu gribam turēt par vaļas gadu un atlaist visādu nastu.
καὶ λαοὶ τῆς γῆς οἱ φέροντες τοὺς ἀγορασμοὺς καὶ πᾶσαν πρᾶσιν ἐν ἡμέρᾳ τοῦ σαββάτου ἀποδόσθαι οὐκ ἀγορῶμεν παρ’ αὐτῶν ἐν σαββάτῳ καὶ ἐν ἡμέρᾳ ἁγίᾳ καὶ ἀνήσομεν τὸ ἔτος τὸ ἕβδομον καὶ ἀπαίτησιν πάσης χειρός
32 Un tad mēs iecēlām sev bausli, ka ik gadus gribam dot viena sēķeļa trešo daļu sava Dieva nama kalpošanai,
καὶ στήσομεν ἐφ’ ἡμᾶς ἐντολὰς δοῦναι ἐφ’ ἡμᾶς τρίτον τοῦ διδράχμου κατ’ ἐνιαυτὸν εἰς δουλείαν οἴκου θεοῦ ἡμῶν
33 Tām priekšliekamām maizēm un tam nemitējamam ēdamam upurim un tam nemitējamam dedzināmam upurim svētdienās, jaunos mēnešos un svētkos, tām svētām dāvanām un tiem grēku upuriem, Israēli salīdzināt, un visiem darbiem mūsu Dieva namā.
εἰς ἄρτους τοῦ προσώπου καὶ θυσίαν τοῦ ἐνδελεχισμοῦ καὶ εἰς ὁλοκαύτωμα τοῦ ἐνδελεχισμοῦ τῶν σαββάτων τῶν νουμηνιῶν εἰς τὰς ἑορτὰς καὶ εἰς τὰ ἅγια καὶ τὰ περὶ ἁμαρτίας ἐξιλάσασθαι περὶ Ισραηλ καὶ εἰς ἔργα οἴκου θεοῦ ἡμῶν
34 Un mēs, priesteri, leviti un tie ļaudis metām meslus par malkas došanu, kas bija pievedama pie mūsu Dieva nama, pēc mūsu tēvu namiem ik gadus savā laikā, dedzināt uz Tā Kunga, mūsu Dieva, altāra, kā tas bauslībā rakstīts;
καὶ κλήρους ἐβάλομεν περὶ κλήρου ξυλοφορίας οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ὁ λαός ἐνέγκαι εἰς οἶκον θεοῦ ἡμῶν εἰς οἶκον πατριῶν ἡμῶν εἰς καιροὺς ἀπὸ χρόνων ἐνιαυτὸν κατ’ ἐνιαυτόν ἐκκαῦσαι ἐπὶ τὸ θυσιαστήριον κυρίου θεοῦ ἡμῶν ὡς γέγραπται ἐν τῷ νόμῳ
35 Un ka arī savas zemes pirmajus un visu augļu pirmajus no visādiem kokiem gribam ik gadus nest uz Tā Kunga namu,
καὶ ἐνέγκαι τὰ πρωτογενήματα τῆς γῆς ἡμῶν καὶ πρωτογενήματα καρποῦ παντὸς ξύλου ἐνιαυτὸν κατ’ ἐνιαυτὸν εἰς οἶκον κυρίου
36 Un savus pirmdzimušos dēlus un lopus, tā kā tas bauslībā rakstīts; un ka mēs savus pirmdzimušos vēršus un sīkos lopus gribam novest uz sava Dieva namu tiem priesteriem, kas mūsu Dieva namā kalpo;
καὶ τὰ πρωτότοκα υἱῶν ἡμῶν καὶ κτηνῶν ἡμῶν ὡς γέγραπται ἐν τῷ νόμῳ καὶ τὰ πρωτότοκα βοῶν ἡμῶν καὶ ποιμνίων ἡμῶν ἐνέγκαι εἰς οἶκον θεοῦ ἡμῶν τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν ἐν οἴκῳ θεοῦ ἡμῶν
37 Un ka tos pirmajus no savas mīklas un no saviem cilājamiem upuriem un visādu koku augļus, vīnu un eļļu gribam nest tiem priesteriem sava Dieva nama kambaros, un desmito tiesu no savas zemes tiem levitiem, un ka šie leviti to desmito tiesu dabū visās pilsētās, kur zemi kopjam.
καὶ τὴν ἀπαρχὴν σίτων ἡμῶν καὶ τὸν καρπὸν παντὸς ξύλου οἴνου καὶ ἐλαίου οἴσομεν τοῖς ἱερεῦσιν εἰς γαζοφυλάκιον οἴκου τοῦ θεοῦ καὶ δεκάτην γῆς ἡμῶν τοῖς Λευίταις καὶ αὐτοὶ οἱ Λευῖται δεκατοῦντες ἐν πάσαις πόλεσιν δουλείας ἡμῶν
38 Un ka priesterim no Ārona bērniem būs būt pie tiem levitiem, kad leviti to desmito tiesu dabū, un levitiem būs to desmito tiesu no (saviem) desmitiem nest augšām mūsu Dieva nama mantu kambaros.
καὶ ἔσται ὁ ἱερεὺς υἱὸς Ααρων μετὰ τοῦ Λευίτου ἐν τῇ δεκάτῃ τοῦ Λευίτου καὶ οἱ Λευῖται ἀνοίσουσιν τὴν δεκάτην τῆς δεκάτης εἰς οἶκον θεοῦ ἡμῶν εἰς τὰ γαζοφυλάκια εἰς οἶκον τοῦ θεοῦ
39 Jo Israēla bērniem un Levja bērniem cilājamo upuri, labību, vīnu un eļļu būs nest tanīs kambaros, kur arī svētās vietas trauki ir un tie priesteri, kas tur kalpo, un vārtu sargi un dziedātāji, ka mēs sava Dieva nama neatstājam.
ὅτι εἰς τοὺς θησαυροὺς εἰσοίσουσιν οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ τοῦ Λευι τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου καὶ ἐκεῖ σκεύη τὰ ἅγια καὶ οἱ ἱερεῖς οἱ λειτουργοὶ καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οὐκ ἐγκαταλείψομεν τὸν οἶκον τοῦ θεοῦ ἡμῶν