< Mateja Evaņg̒elijs 3 >
1 Tanīs dienās nāca Jānis, tas Kristītājs, un sludināja Jūdu zemes tuksnesī,
Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάνης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας,
2 Sacīdams: “Atgriežaties no grēkiem, jo Debesu valstība ir tuvu klāt nākusi,”
λέγων Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
3 Jo šis ir tas, no kā pravietis Jesaja runājis sacīdams: “Saucēja balss tuksnesī: “Sataisiet Tā Kunga ceļu; dariet līdzenas Viņa tekas.””
οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
4 Bet viņš, Jānis, valkāja kamieļu spalvu drēbes un ādas jostu ap saviem gurniem; un viņa barība bija siseņi un kameņu medus.
Αὐτὸς δὲ ὁ Ἰωάνης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· ἡ δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον.
5 Tad izgāja pie viņa Jeruzāleme un visa Jūdu zeme un viss Jardānes apgabals,
Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου,
6 Un tapa no viņa kristīti Jardānē, izsūdzēdami savus grēkus.
καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ’ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
7 Un daudz farizeju un saduceju ieraudzījis nākam pie kristības, viņš uz tiem sacīja: “Jūs odžu dzimums, kas jums ir rādījis, izbēgt no nākamās dusmības?
Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα εἶπεν αὐτοῖς Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
8 Tāpēc nesiet pienākamus atgriešanās augļus.
ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας·
9 Un nedomājiet pie sevis sacīt: “Mums ir Ābrahāms par tēvu.” Jo Es jums saku, ka Dievs no šiem akmeņiem spēj Ābrahāmam bērnus radīt.
καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
10 Un cirvis kokiem jau pie saknes ir pielikts; tāpēc ikviens koks, kas nenes labus augļus, top nocirsts un ugunī iemests.
ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
11 Es jūs gan kristīju ar ūdeni uz atgriešanos no grēkiem, bet kas pēc manis nāk, Tas ir jo spēcīgāks nekā es; Tam es neesmu cienīgs kurpes nest; Tas jūs kristīs ar Svēto Garu un ar uguni;
ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί·
12 Tam vēteklis rokā, un Tas Savu klonu tīrīs caur caurim un sakrās Savus kviešus klētī, bet tās pelavas Viņš sadedzinās ar neizdzēšamu uguni.”
οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
13 Tanī laikā Jēzus nāca no Galilejas uz Jardāni pie Jāņa, ka no tā taptu kristīts.
Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάνην τοῦ βαπτισθῆναι ὑπ’ αὐτοῦ.
14 Bet Jānis Tam neļāva un sacīja: “Man vajadzētu no Tevis tapt kristītam, un Tu nāci pie manis?”
ὁ δὲ διεκώλυεν αὐτὸν λέγων Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;
15 Bet Jēzus atbildēja un uz to sacīja: “Lai nu tā ir; jo tā mums pieklājās, piepildīt visu taisnību.” Tad viņš to Tam ļāva.
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ Ἄφες ἄρτι· οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν.
16 Un kad Jēzus bija kristīts, tad Viņš tūdaļ no ūdens izkāpa. Un redzi, debesis atvērās pār Viņu, un Jānis redzēja Dieva Garu kā balodi nolaižamies un uz Viņu nākam.
βαπτισθεὶς δὲ ὁ Ἰησοῦς εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἠνεῴχθησαν οἱ οὐρανοί, καὶ εἶδεν Πνεῦμα Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν ἐρχόμενον ἐπ’ αὐτόν·
17 Un redzi, balss no debesīm sacīja: “Šis ir Mans mīļais Dēls, pie kā Man ir labs prāts.”
καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.