< Mateja Evaņg̒elijs 15 >

1 Tad rakstu mācītāji un farizeji no Jeruzālemes nāca pie Jēzus sacīdami:
Τότε προσέρχονται τῷ Ἰησοῦ ἀπὸ Ἱεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες,
2 “Kāpēc Tavi mācekļi pārkāpj vecaju likumus? Jo tie savas rokas nemazgā, kad maizi ēd.”
Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας [αὐτῶν, ] ὅταν ἄρτον ἐσθίωσιν.
3 Bet Viņš atbildēja un uz tiem sacīja: “Kāpēc jūs arīdzan pārkāpjat Dieva bauslību caur saviem likumiem?
ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;
4 Jo Dievs ir pavēlējis un sacījis: “Godā savu tēvu un māti!” Un: “Kas savu tēvu vai māti lād, tam būs mirt.”
ὁ γὰρ θεὸς εἶπεν Τίμα τὸν πατέρα καὶ τὴν μητέρα· καὶ Ὁ κακολογῶν πα τέρα ἢ μητέρα θανάτῳ τελευτάτω·
5 Bet jūs māciet, ja kas sakot uz tēvu vai māti: “Kas tev no manis varētu par labu nākt, tas lai ir Dievam par upuri!” tas labi darot. Tāds tiešām savu tēvu un savu māti negodās.
ὑμεῖς δὲ λέγετε, Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,
6 Tad jūs nu Dieva bauslību nicināt caur saviem likumiem.
οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ, καὶ ἠκυρώσατε τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.
7 Jūs liekuļi, pareizi Jesaja par jums sludinājis sacīdams:
ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἡσαΐας λέγων,
8 “Šie ļaudis pie Manis turas ar savu muti un godā Mani ar savām lūpām; bet viņu sirds ir tālu no Manis nost.
Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾽ ἐμοῦ·
9 Bet velti tie Mani cienī, mācīdami mācības, kas ir cilvēku pavēles,””
μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων.
10 Un Viņš tos ļaudis pieaicinājis uz tiem sacīja: “Klausāties un saprotiet.
Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς, Ἀκούετε καὶ συνίετε·
11 Kas mutē ieiet, tas cilvēku nesagāna; bet kas no mutes iziet, tas cilvēku sagāna.”
οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον.
12 Tad Viņa mācekļi piegājuši sacīja uz Viņu: “Vai Tu zini, ka tie farizeji, Tavus vārdus dzirdēdami, apgrēcību ņēmuši?”
Τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ λέγουσιν αὐτῷ, Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν;
13 Bet Viņš atbildēja un sacīja: “Visi dēsti, ko Mans Debesu Tēvs nav dēstījis, taps izrauti ar saknēm.
ὁ δὲ ἀποκριθεὶς εἶπεν, Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται.
14 Atstājiet no tiem; tie ir akli aklu ceļa rādītāji; bet ja akls aklam ceļu rāda, tad abi divi kritīs bedrē.”
ἄφετε αὐτούς· τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.
15 Tad Pēteris atbildēja un uz Viņu sacīja: “Izstāsti mums šo līdzību.”
ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Φράσον ἡμῖν τὴν πα ραβολήν.
16 Un Jēzus sacīja: “Vai tad ir jūs vēl esat nesaprašas?
ὁ δὲ εἶπεν, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;
17 Vai jūs vēl nenomanāt, ka viss, kas mutē ieiet tas noiet vēderā un top izmests caur vēderu.
οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;
18 Bet kas no mutes iziet, tas nāk no sirds, un tas cilvēku sagāna.
τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.
19 Un no sirds nāk ļaunas domas, slepkavības, laulības pārkāpšanas, maucības, zādzības, nepatiesas liecības, zaimošanas.
ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι μοιχεῖαι πορνεῖαι κλοπαὶ ψευδομαρτυρίαι βλασφημίαι.
20 Viss tas cilvēku sagāna; bet nemazgātām rokām ēst tas cilvēku nesagāna.”
ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον· τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.
21 Un no turienes izgājis, Jēzus atkāpās pret Tirus un Sidonas robežām.
Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
22 Un redzi, viena Kanaāniešu sieva, no tām pašām robežām izgājusi, uz Viņu sauca sacīdama: “Ak Kungs, Tu Dāvida dēls, apžēlojies par mani; mana meita top no velna nežēlīgi vārdzināta.”
καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραζεν λέγουσα, Ἐλέησόν με, κύριε υἱὸς Δαυείδ. ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.
23 Un Viņš tai neatbildēja neviena vārda. Un Viņa mācekļi piegājuši Viņu lūdza un sacīja: “Atlaidi to, jo tā brēc mums pakaļ.”
ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες, Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.
24 Bet Viņš atbildēja un sacīja: “Es neesmu sūtīts kā vien pie tām pazudušām avīm no Israēla cilts.”
ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
25 Bet tā nāca, metās zemē priekš Viņa un sacīja: “Kungs, palīdzi man!”
ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα, Κύριε, βοήθει μοι.
26 Bet Viņš atbildēja un sacīja: “Neklājās, bērniem maizi atņemt un sunīšiem mest priekšā.”
ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.
27 Viņa sacīja: “Tā ir gan, Kungs! Bet tomēr sunīši ēd no tām drusciņām, kas no viņu kungu galda nokrīt.”
ἡ δὲ εἶπεν, Ναὶ κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.
28 Tad Jēzus atbildēja un uz to sacīja: “Ak sieva, tava ticība ir liela; lai tev notiek, kā tu gribi;” un viņas meita tapa vesela tai pašā stundā.
τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
29 Un Jēzus aizgāja no turienes un nāca pie Galilejas jūras, un uzkāpa kalnā un tur apsēdās.
Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας· καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ.
30 Un daudz ļaužu atnāca pie Viņa un atveda līdz tizlus, aklus, mēmus, kropļus un daudz citus, un nometa tos Jēzum pie kājām, un Viņš tos dziedināja.
καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ᾽ ἑαυτῶν χωλοὺς τυφλοὺς κωφοὺς κυλλοὺς καὶ ἑτέρους πολλούς, καὶ ἔῤῥιψαν αὐτοὺς παρὰ τοὺς πόδας αὐτοῦ· καὶ ἐθεράπευσεν αὐτούς·
31 Tā ka tie ļaudis brīnījās, kad redzēja mēmus runājam, kropļus veselus, tizlus staigājam un aklus redzam, un teica Israēla Dievu.
ὥστε τοὺς ὄχλους θαυμάσαι, βλέποντας κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, καὶ χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ.
32 Un Jēzus, Savus mācekļus pie Sevis aicinājis, sacīja: “Mana sirds par tiem ļaudīm, iežēlojās, jo tie nu trīs dienas pie Manis palikuši, un tiem nav ko ēst; un Es tos negribu atlaist neēdušus, ka tie uz ceļa nenonīkst badā.”
Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν, Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι, καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μή ποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.
33 Un Viņa mācekļi uz To sacīja: “Kur lai ņemam šeitan tuksnesī tik daudz maizes, ka pieēdinājām tādu pulku ļaužu?”
καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ [αὐτοῦ, ] Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον;
34 Un Jēzus uz tiem sacīja: “Cik jums maizes?” Tie sacīja: “Septiņas un maz zivtiņu.”
καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπον, Ἑπτά, καὶ ὀλίγα ἰχθύδια.
35 Un Viņš tiem ļaudīm lika pie zemes apsēsties.
καὶ παραγγείλας τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τὴν γῆν,
36 Un tās septiņas maizes un tās zivis ņēmis, Viņš pateicās un pārlauza un deva Saviem mācekļiem, un tie mācekļi tiem ļaudīm.
ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, καὶ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς [αὐτοῦ, ] οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
37 Un tie visi ēda un paēda un salasīja no atlikušām druskām septiņus kurvjus pilnus.
καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ τὸ περισσεῦον τῶν κλασμάτων ἦραν, ἑπτὰ σπυρίδας πλήρεις.
38 Un to, kas bija ēduši, bija četrtūkstoš vīri, bez sievām un bērniem.
οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες, χωρὶς γυναικῶν καὶ παιδίων.
39 Un Viņš tos ļaudis atlaidis, kāpa laivā un nāca uz Magdaļas robežām.
Καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγαδάν.

< Mateja Evaņg̒elijs 15 >