< Jāņa Evaņg̒elijs 4 >
1 Un kad Tas Kungs nomanīja, ka tie farizeji bija dzirdējuši, ka Jēzus vairāk mācekļu dabūjot un vairāk kristījot nekā Jānis,
Ὡς οὖν ἔγνω ὁ κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάνης·
2 (Jebšu Jēzus pats nekristīja, bet Viņa mācekļi, )
(καίτοι γε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλ᾽ οἱ μαθηταὶ αὐτοῦ),
3 Tad Viņš atstāja Jūdeju un atkal nogāja uz Galileju.
ἀφῆκεν τὴν Ἰουδαίαν, καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν.
4 Un Viņam bija jāiet caur Samariju.
ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας.
5 Tad Viņš nonāk vienā Samarijas pilsētā, ko sauc Sīharu, tuvu pie tā tīruma, ko Jēkabs deva savam dēlam Jāzepam.
ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ.
6 Un tur bija Jēkaba aka. Kad nu Jēzus, no ceļa piekusis, pie tās akas apsēdās, - un tas bija ap sesto stundu, -
ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. ὥρα ἦν ὡς ἕκτη.
7 Tad viena sieva no Samarijas nāk ārā, ūdeni smelt. Uz to Jēzus saka: “Dodi Man dzert.”
ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς, Δός μοι πεῖν.
8 (Jo viņa mācekļi bija nogājuši pilsētā, maizi pirkt.)
οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσιν.
9 Tad tā Samariešu sieva uz Viņu saka: “Kā Tu, Jūds būdams, prasi dzert no manis, vienas Samariešu sievas?” Jo Jūdi netur nekādu draudzību ar Samariešiem.
λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις, Πῶς σὺ Ἰουδαῖος ὢν παρ᾽ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρείτιδος οὔσης; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις.
10 Jēzus atbildēja un uz to sacīja: “Ja tu to Dieva dāvanu zinātu un kas Tas tāds ir, kas uz tevi saka: dod Man dzert; tad tu Viņu būtu lūgusi, un Viņš tev būtu devis dzīvu ūdeni.”
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ, Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
11 Tā sieva uz Viņu saka: “Kungs, Tev nav smeļama trauka, un tā aka ir dziļa, - no kurienes tad Tev ir tas dzīvais ūdens?
λέγει αὐτῷ ἡ γυνή, Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;
12 Vai Tu esi lielāks nekā mūsu tēvs Jēkabs, kas mums šo aku devis un pats no tās dzēris un viņa dēli un viņa lopi?”
μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ;
13 Jēzus atbildēja un uz to sacīja: “Ikvienam, kas dzer no šī ūdens, atkal slāpst.
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ, Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν·
14 Bet ja kas dzers no tā ūdens, ko Es tam došu, tam neslāps ne mūžam; bet tas ūdens, ko Es tam došu, iekš viņa taps par ūdens avotu, kas verd uz mūžīgu dzīvošanu.” (aiōn , aiōnios )
ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. (aiōn , aiōnios )
15 Tā sieva uz Viņu saka: “Kungs, dod man to - tādu ūdeni, ka man neslāpst un man vairs nav jānāk šurpu smelt.”
Λέγει πρὸς αὐτὸν ἡ γυνή, Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν.
16 Jēzus uz to saka: “Ej, sauc savu vīru un nāc šurp.”
λέγει αὐτῇ [ὁ Ἰησοῦς], Ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.
17 Tā sieva atbildēja un sacīja: “Man vīra nav.” Jēzus uz to saka: “Tu pareizi esi sacījusi: man vīra nav.
ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν, Οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς, Καλῶς εἶπας ὅτι Ἄνδρα οὐκ ἔχω·
18 Jo pieci vīri tev bijuši, un kas tev tagad ir, tas nav tavs vīrs; to tu pēc taisnības esi sacījusi.”
πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.
19 Tā sieva uz Viņu saka: “Kungs, es redzu, ka Tu esi pravietis.
λέγει αὐτῷ ἡ γυνή, Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.
20 Mūsu tēvi ir pielūguši šinī kalnā, un jūs sakāt, Jeruzālemē to vietu esam, kur pienākas pielūgt.”
οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ.
21 Jēzus uz to saka: “Sieva, tici Man, tā stunda nāk, ka jūs nedz šai kalnā, nedz Jeruzālemē To Tēvu pielūgsiet.
λέγει αὐτῇ ὁ Ἰησοῦς, Πί στευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί.
22 Jūs pielūdzat, ko jūs nezināt, mēs pielūdzam, ko mēs zinām; jo pestīšana ir no tiem Jūdiem.
ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.
23 Bet tā stunda nāk un jau tagad ir, ka tie īstenie pielūdzēji To Tēvu pielūgs garā un patiesībā; jo Tas Tēvs tādus arī meklē, kas To tā pielūdz.
ἀλλὰ ἔρχεται ὥρα καὶ νῦν ἐστίν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.
24 Dievs ir Gars, un kas To pielūdz, tiem To būs pielūgt garā un patiesībā.”
πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
25 Tā sieva uz Viņu saka: “Es zinu, ka tas Mesija nāk, kas saukts Kristus; kad Tas nāks, Tas mums visu pasludinās.”
Λέγει αὐτῷ ἡ γυνή, Οἶδα ὅτι Μεσσίας ἔρχεται (ὁ λεγόμενος Χριστός)· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα.
26 Jēzus uz to saka: “Es Tas esmu, kas ar tevi runā.”
λέγει αὐτῇ ὁ Ἰησοῦς, Ἐγώ εἰμι, ὁ λαλῶν σοι.
27 Un tai brīdī Viņa mācekļi nāca un brīnījās, ka Viņš ar to sievu runāja. Tomēr neviens nesacīja: Ko Tu vaicā? Jeb, ko Tu runā ar viņu?
Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν, Τί ζητεῖς, ἢ Τί λαλεῖς μετ᾽ αὐτῆς;
28 Tad tā sieva pameta savu ūdens trauku un nogāja pilsētā un sacīja uz tiem ļaudīm:
ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις,
29 “Nāciet, redziet vienu cilvēku, kas man visu ir sacījis, ko es esmu darījusi. Vai Šis nav Tas Kristus?”
Δεῦτε, ἴδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα ὅσα ἐποίησα· μή τι οὗτός ἐστιν ὁ Χριστός;
30 Tad tie izgāja no pilsētas un nāca pie Viņa.
ἐξῆλθον ἐκ τῆς πόλεως, καὶ ἤρχοντο πρὸς αὐτόν.
31 Un pa to starpu tie mācekļi Viņu lūdza sacīdami: “Rabbi, ēd.”
Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες, Ῥαββί, φάγε.
32 Bet Viņš uz tiem sacīja: “Man barība jāēd, ko jūs nezināt.”
ὁ δὲ εἶπεν αὐτοῖς, Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε.
33 Tad tie mācekļi savā starpā sacīja: “Vai kas Viņam ko atnesis ēst?”
ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους, Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;
34 Jēzus uz tiem saka: “Mana barība ir, ka Es daru Tā prātu, kas Mani sūtījis, un padaru Viņa darbu.
λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
35 Vai jūs nesakāt: Vēl ir četri mēneši, tad nāk pļaujamais laiks? Redzi, Es jums saku: Paceliet savas acis un skatiet tās druvas, jo tās jau ir baltas uz pļaušanu.
οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη.
36 Un kas pļauj, tas dabū algu un sakrāj augļus uz mūžīgu dzīvošanu, ka abi var priecāties kopā, sējējs un pļāvējs. (aiōnios )
ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. (aiōnios )
37 Jo še tas vārds ir tiesa: Cits ir tas sējējs un cits tas pļāvējs.
ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινός, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.
38 Es jūs esmu sūtījis pļaut, kur jūs neesat strādājuši; citi tur strādājuši, un jūs esat nākuši viņu darbā.”
ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
39 Bet no tās pašas pilsētas daudz Samariešu ticēja uz Viņu tās sievas vārdu dēļ, kas liecību deva: “Viņš man visu ir sacījis, ko es esmu darījusi.”
Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν, διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι εἶπέν μοι πάντα ἃ ἐποίησα.
40 Kad nu tie Samarieši pie Viņa nāca, tad tie Viņu lūdza, ka Viņš pie tiem paliktu; un Viņš tur palika divas dienas.
ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ᾽ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας.
41 Un daudz vairāk no tiem ticēja Viņa paša vārdu dēļ,
καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ,
42 Un sacīja uz to sievu: “Mēs neticam vairs tavas valodas dēļ, jo mēs paši esam dzirdējuši un zinām, ka Šis tiešām ir Tas pasaules Pestītājs, Tas Kristus.”
τῇ τε γυναικὶ ἔλεγον ὅτι Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου.
43 Un pēc divām dienām Viņš izgāja no turienes un nogāja uz Galileju.
Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν.
44 Jo pats Jēzus apliecināja, ka pravietis savā tēvijā netop turēts godā.
αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει.
45 Kad Viņš nu nāca uz Galileju, tad tie Galileji Viņu uzņēma, jo tie visu bija redzējuši, ko Viņš svētkos Jeruzālemē bija darījis; jo tie arīdzan bija nākuši uz svētkiem.
ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.
46 Tad Jēzus atkal nāca uz Kānu iekš Galilejas, kur Viņš ūdeni bija darījis par vīnu.
ἦλθεν οὖν πάλιν εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικός, οὗ ὁ υἱὸς ἠσθένει, ἐν Καφαρναούμ.
47 Un tur viens ķēniņa sulainis bija, kam dēls gulēja nevesels Kapernaūmā. Šis dzirdējis, ka Jēzus bija nācis no Jūdejas uz Galileju, nogāja pie Viņa un To lūdza, lai noietu un viņa dēlam palīdzētu, jo tas guļot uz miršanu.
οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθεν πρὸς αὐτόν, καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλεν γὰρ ἀποθνήσκειν.
48 Tad Jēzus uz viņu sacīja: “Ja jūs zīmes un brīnumus neredzat, tad jūs neticat.”
εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν, Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.
49 Tas ķēniņa sulainis uz Viņu saka: “Kungs, nāc, pirms nekā mans dēls mirst.”
λέγει πρὸς αὐτὸν ὁ βασιλικός, Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.
50 Jēzus uz viņu saka: “Ej, tavs dēls dzīvs.” Un tas cilvēks ticēja tam vārdam, ko Jēzus uz viņu bija sacījis, un aizgāja.
λέγει αὐτῷ ὁ Ἰησοῦς, Πορεύου· ὁ υἱός σου ζῇ. [καὶ] ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐπορεύετο.
51 Un noejot viņa kalpi to sastapa un tam pasludināja un sacīja: “Tavs dēls dzīvs.”
ἤδη δὲ αὐτοῦ καταβαίνοντος, οἱ δοῦλοι αὐτοῦ ὑπήντησαν αὐτῷ [καὶ ἀπήγγειλαν] λέγοντες ὅτι ὁ παῖς αὐτοῦ ζῇ.
52 Tad tas no viņiem izvaicāja to stundu, kur ar viņu bija palicis labāk. Un tie uz viņu sacīja: “Vakar ap septīto stundu drudzis viņu atstāja.”
ἐπύθετο οὖν τὴν ὥραν παρ᾽ αὐτῶν ἐν ᾗ κομψότερον ἔσχεν· εἶπαν οὖν αὐτῷ ὅτι ἐχθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός.
53 Tad tas tēvs nomanīja ap to stundu esam, kad Jēzus viņam bija sacījis: “Tavs dēls dzīvs.” Un viņš ticēja ar visu savu saimi.
ἔγνω οὖν ὁ πατὴρ ὅτι [ἐν] ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, Ὁ υἱός σου ζῇ· καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.
54 Šī tā otrā brīnuma zīme, ko Jēzus darīja, nākdams no Jūdejas uz Galileju.
τοῦτο δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς, ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.