< Jāņa Evaņg̒elijs 13 >
1 Un priekš Lieldienas svētkiem Jēzus zinādams, ka Viņa laiks bija nācis, no šīs pasaules iet pie Tā Tēva, tā kā Viņš mīlējis tos savējos, kas bija pasaulē, tā Viņš tos mīlēja līdz galam.
Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ ˚Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα, ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς.
2 Un vakariņu ēdot, (kad jau velns Jūdasam Iskariotam, Sīmaņa dēlam, sirdī bija iedevis, Viņu nodot),
Καὶ δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης,
3 Jēzus, zinādams, ka Tas Tēvs Viņam visas lietas bija devis rokās, un ka Viņš nācis no Dieva un aizies pie Dieva,
εἰδὼς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ ˚Θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν ˚Θεὸν ὑπάγει,
4 Cēlās no vakariņa, novilka savus svārkus un priekšautu ņēmis ar to apsējās.
ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν.
5 Pēc Viņš ūdeni lej traukā un iesāka tiem mācekļiem kājas mazgāt un tās žāvēt ar to priekšautu, ar ko Viņš bija apsējies.
Εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
6 Tad Viņš nāk pie Sīmaņa Pētera. Tas uz Viņu saka: “Kungs, vai Tu man kājas mazgāsi?”
Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον. Λέγει αὐτῷ, “˚Κύριε, σύ μου νίπτεις τοὺς πόδας;”
7 Jēzus atbildēja un uz to sacīja: “Ko Es daru, to tu tagad nezini, bet pēc tu to sapratīsi.”
Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτῷ, “Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.”
8 Tad Pēteris uz Viņu saka: “Nemūžam Tev nebūs manas kājas mazgāt.” Jēzus tam atbildēja: “Ja Es tevi nemazgāšu, tad tev nebūs daļas ar Mani.” (aiōn )
Λέγει αὐτῷ Πέτρος, “Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα.” Ἀπεκρίθη ˚Ἰησοῦς αὐτῷ, “Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετʼ ἐμοῦ.” (aiōn )
9 Sīmanis Pēteris uz Viņu saka: “Kungs, nevien manas kājas, bet arī rokas un galvu!”
Λέγει αὐτῷ Σίμων Πέτρος, “˚Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.”
10 Jēzus uz to saka: “Kas ir mazgāts, tam nevajag kā vien kājas mazgāt, bet viņš ir viscaur šķīsts. Jūs arī esat šķīsti, bet ne visi.”
Λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ὁ λελουμένος οὐκ ἔχει χρείαν, εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλʼ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλʼ οὐχὶ πάντες.”
11 Jo Viņš Savu nodevēju gan zināja; tāpēc Viņš sacīja: “Jūs neesat visi šķīsti.”
ἬΙδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν, ὅτι “Οὐχὶ πάντες καθαροί ἐστε.”
12 Kad Tas nu viņu kājas bija mazgājis, tad Viņš ņēma savus svārkus un atkal nosēdās un uz tiem sacīja: “Vai jūs zināt, ko Es jums esmu darījis?
Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν, καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀνέπεσεν, πάλιν εἶπεν αὐτοῖς, “Γινώσκετε τί πεποίηκα ὑμῖν;
13 Jūs Mani saucat par Mācītāju un par Kungu, un tas pareizi runāts, jo Es tas esmu.
Ὑμεῖς φωνεῖτέ με ὁ ‘Διδάσκαλος’ καὶ, ὁ ‘˚Κύριος’, καὶ καλῶς λέγετε, εἰμὶ γάρ.
14 Ja tad Es, jūsu Kungs un Mācītājs, jūsu kājas esmu mazgājis, tad arī jums būs cits citam kājas mazgāt.
Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ ˚Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας.
15 Jo Es jums priekšzīmi esmu devis, lai jūs darāt, kā Es jums esmu darījis.
Ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε.
16 Patiesi, patiesi, Es jums saku: kalps nav lielāks par savu kungu, nedz, kas sūtīts, lielāks par to, kas viņu sūtījis.
Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.
17 Ja jūs tā zināt, svētīgi jūs esat, kad jūs to darāt.
Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
18 Es nerunāju par jums visiem; Es zinu, kurus Es esmu izredzējis; bet lai tas raksts piepildās: kas ar Mani maizi ēd, tas Mani min ar kājām.
Οὐ περὶ πάντων ὑμῶν λέγω. Ἐγὼ οἶδα οὓς ἐξελεξάμην, ἀλλʼ ἵνα ἡ Γραφὴ πληρωθῇ, ‘Ὁ τρώγων μετʼ ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπʼ ἐμὲ τὴν πτέρναν αὐτοῦ.’
19 Tagad Es jums to saku, pirms tas notiek, lai, kad tas notiek, jūs ticat, ka Es Tas esmu.
Ἀπʼ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι.
20 Patiesi, patiesi, Es jums saku: kas uzņem, ja Es kādu sūtīšu, tas Mani uzņem; un kas Mani uzņem, tas uzņem To, kas Mani sūtījis.”
Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ λαμβάνων ἄν τινα πέμψω, ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με.”
21 To sacījis, Jēzus garā aizgrābts liecināja un sacīja: “Patiesi, Es jums saku, viens no jums Mani nodos.”
Ταῦτα εἰπὼν, ὁ ˚Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.”
22 Tad tie mācekļi cits uz citu skatījās, nezinādami, par kuru Tas runā.
Ἔβλεπον οὖν εἰς ἀλλήλους οἱ μαθηταὶ, ἀπορούμενοι περὶ τίνος λέγει.
23 Un viens no viņa mācekļiem sēdēja pie Jēzus krūtīm, to Jēzus mīlēja.
Ἦν δὲ ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ ˚Ἰησοῦ, ὃν ἠγάπα ὁ ˚Ἰησοῦς.
24 Tad Sīmanis Pēteris šim met ar acīm, lai vaicā, kurš tas esot, par ko Viņš runā?
Νεύει οὖν τούτῳ Σίμων Πέτρος, πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει.
25 Un tas pielocīdamies pie Jēzus krūtīm uz Viņu saka: “Kungs, kurš tas ir?”
Ἐπιπεσὼν οὖν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ ˚Ἰησοῦ, λέγει αὐτῷ, “˚Κύριε, τίς ἐστιν;”
26 Jēzus atbild: “Tas ir tas, kam Es to kumosu iemērktu došu;” tad Viņš iemērca to kumosu un dod to Jūdasam, Sīmaņa dēlam, Iskariotam.
Ἀποκρίνεται ὁ ˚Ἰησοῦς, “Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ, βάψας τὸ ψωμίον ἐπιδώσω.” Καὶ βάψας τὸ ψωμίον, δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου.
27 Un pēc tā kumosa tad sātans iegāja iekš tā. Tad Jēzus uz to saka: “Ko tu dari, to dari drīz.”
Καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Λέγει οὖν αὐτῷ ὁ ˚Ἰησοῦς, “Ὃ ποιεῖς, ποίησον τάχιον.”
28 Bet neviens no tiem, kas tur klāt sēdēja, nesaprata, kāpēc Viņš tam to sacīja.
Τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων, πρὸς τί εἶπεν αὐτῷ.
29 Jo kādiem šķita, tāpēc ka Jūdasam tas maks bija, ka Jēzus uz viņu saka: pērc, ko mums uz svētkiem vajag; vai lai viņš nabagiem ko dotu.
Τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν”, ἢ τοῖς πτωχοῖς, ἵνα τι δῷ.
30 Tad nu, to kumosu ņēmis, viņš izgāja tūdaļ ārā, un nakts bija.
Λαβὼν οὖν τὸ ψωμίον, ἐκεῖνος ἐξῆλθεν εὐθύς. Ἦν δὲ νύξ.
31 Kad viņš nu bija izgājis, tad Jēzus saka: “Tagad Tas Cilvēka Dēls ir pagodināts, un Dievs ir pagodināts iekš Viņa.
Ὅτε οὖν ἐξῆλθεν, λέγει ˚Ἰησοῦς, “Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ Ἀνθρώπου, καὶ ὁ ˚Θεὸς ἐδοξάσθη ἐν αὐτῷ.
32 Ja Dievs ir pagodināts iekš Viņa, tad arī Dievs Viņu pagodinās iekš Sevis paša un Viņu drīz pagodinās.
Καὶ ὁ ˚Θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.
33 Bērniņi, Es vēl mazu brīdi esmu pie jums. Jūs Mani meklēsiet, un kā Es tiem Jūdiem esmu sacījis: uz kurieni Es eju, tur jūs nevarat nākt; tā Es jums tagad saku.
Τεκνία, ἔτι μικρὸν μεθʼ ὑμῶν εἰμι. Ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις, ὅτι ‘Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν’, καὶ ὑμῖν λέγω ἄρτι.
34 Jaunu bausli Es jums dodu, ka jūs cits citu mīlējāt, itin kā Es jūs esmu mīlējis, ka arī jūs cits citu mīlējiet.
Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.
35 Pie tam visi nomanīs, ka jūs esat Mani mācekļi, ja jums ir mīlestība savā starpā.”
Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.”
36 Sīmanis Pēteris uz Viņu saka: “Kungs, kurp Tu ej?” Jēzus tam atbildēja: “Kur Es eju, tur tu tagad Man nevari nākt pakaļ, bet pēcgalā tu Man nāksi pakaļ.”
Λέγει αὐτῷ Σίμων Πέτρος, “˚Κύριε, ποῦ ὑπάγεις;” Ἀπεκρίθη αὐτῷ ˚Ἰησοῦς, “Ὅπου ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον.”
37 Pēteris uz Viņu saka: “Kungs, kāpēc es tagad Tev nevaru iet pakaļ? Savu dzīvību es par Tevi nodošu.”
Λέγει αὐτῷ ὁ Πέτρος, “˚Κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.”
38 Jēzus tam atbildēja: “Vai tu par Mani savu dzīvību nodosi? Patiesi, patiesi, Es tev saku: gailis nedziedās, pirms tu trīskārt Mani neaizliegsi.
Ἀποκρίνεται ˚Ἰησοῦς, “Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; Ἀμὴν, ἀμὴν, λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ, ἕως οὗ ἀρνήσῃ με τρίς.