< Jesajas 58 >
1 Sauc pilnā kaklā, netaupi, pacel savu balsi kā bazūni, un pasludini Maniem ļaudīm viņu pārkāpumus un Jēkaba namam viņa grēkus.
ἀναβόησον ἐν ἰσχύι καὶ μὴ φείσῃ ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν καὶ τῷ οἴκῳ Ιακωβ τὰς ἀνομίας αὐτῶν
2 Jo Tie Mani meklē ikdienas, tā kā tiem būtu labs prāts pie Manu ceļu atzīšanas. Kā ļaudis, kas darījuši taisnību un nebūtu atstājuši sava Dieva tiesu, tie prasa no Manis taisnības tiesu; tie grib, lai Dievs tiem tuvojās.
ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσιν καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν ὡς λαὸς δικαιοσύνην πεποιηκὼς καὶ κρίσιν θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπὼς αἰτοῦσίν με νῦν κρίσιν δικαίαν καὶ ἐγγίζειν θεῷ ἐπιθυμοῦσιν
3 Kāpēc (tā tie saka) mēs gavējam, un tu to neuzlūko? Kāpēc mēs mērdējam savu dvēseli, un tu to negribi zināt? Redzi, tai dienā, kad jūs gavējat, tad jūs ejat pēc savas peļņas un dzenat visus savus strādniekus.
λέγοντες τί ὅτι ἐνηστεύσαμεν καὶ οὐκ εἶδες ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐκ ἔγνως ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε
4 Redzi, jūs gavējat bārdamies un riedamies un bezdievīgi kaudamies ar dūri. Jūs negavējat, kā pieklājās, lai jūsu balsis būtu dzirdamas augstībā.
εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε καὶ τύπτετε πυγμαῖς ταπεινόν ἵνα τί μοι νηστεύετε ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν
5 Vai tāda ir gavēšana, kas Man patīk, diena, kur cilvēks savu dvēseli mērdē? Kad galvu nokar kā niedre un gulstas uz maisa un pelnos, vai jūs to saucat par gavēšanu un par dienu, kas Tam Kungam patīk?
οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην καὶ ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ οὐδ’ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ οὐδ’ οὕτως καλέσετε νηστείαν δεκτήν
6 Vai tā nav gavēšana, kas Man patīk: atraisīt no netaisnām saitēm, no jūga atsvabināt, spaidītus atlaist vaļā un salauzt ikkatru jūgu?
οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην λέγει κύριος ἀλλὰ λῦε πάντα σύνδεσμον ἀδικίας διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα
7 Vai tā nepiederas, maizi lauzt izsalkušiem, namā ievest nabaga izdzītus, kailu ieraugot, to apsegt un neapslēpties no sava tuvāka?
διάθρυπτε πεινῶντι τὸν ἄρτον σου καὶ πτωχοὺς ἀστέγους εἴσαγε εἰς τὸν οἶκόν σου ἐὰν ἴδῃς γυμνόν περίβαλε καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψῃ
8 Tad ausīs tava gaisma kā dienas blāzma, un tava dzīvība no jauna zels, un tava taisnība ies tavā priekšā, un Tā Kunga godība tevi pavadīs.
τότε ῥαγήσεται πρόιμον τὸ φῶς σου καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου καὶ ἡ δόξα τοῦ θεοῦ περιστελεῖ σε
9 Tad tu sauksi, un Tas Kungs atbildēs, tu brēksi, un Viņš sacīs: redzi, še Es esmu. Ja no sava vidus izraidīsi varmācību, mitēsies ar pirkstiem rādīt un nerunāsi ļauna,
τότε βοήσῃ καὶ ὁ θεὸς εἰσακούσεταί σου ἔτι λαλοῦντός σου ἐρεῖ ἰδοὺ πάρειμι ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ
10 Un ja tu izsalkušam atdarīsi savu sirdi un paēdināsi apbēdināto dvēseli, tad tava gaisma atspīdēs tumsībā, un tava krēsla būs kā dienas vidus;
καὶ δῷς πεινῶντι τὸν ἄρτον ἐκ ψυχῆς σου καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου καὶ τὸ σκότος σου ὡς μεσημβρία
11 Un Tas Kungs tevi vadīs bez mitēšanās un pieēdinās tavu dvēseli tuksnesī un stiprinās tavus kaulus. Un tu būsi kā slacināts dārzs un kā ūdens avots, kam ūdens netrūkst.
καὶ ἔσται ὁ θεός σου μετὰ σοῦ διὰ παντός καὶ ἐμπλησθήσῃ καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου καὶ τὰ ὀστᾶ σου πιανθήσεται καὶ ἔσῃ ὡς κῆπος μεθύων καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ καὶ τὰ ὀστᾶ σου ὡς βοτάνη ἀνατελεῖ καὶ πιανθήσεται καὶ κληρονομήσουσι γενεὰς γενεῶν
12 Un tavi bērni uzcels vecu vecās posta vietas, tu atjaunosi pagājušu cilšu pamatus un tevi sauks (par) plaisumu aizmūrētāju un ceļu atjaunotāju, kur var dzīvot.
καὶ οἰκοδομηθήσονταί σου αἱ ἔρημοι αἰώνιοι καὶ ἔσται σου τὰ θεμέλια αἰώνια γενεῶν γενεαῖς καὶ κληθήσῃ οἰκοδόμος φραγμῶν καὶ τοὺς τρίβους τοὺς ἀνὰ μέσον παύσεις
13 Ja tu savu kāju savaldi svētdienā un nedari, kas tev patīk, Manā svētā dienā, un ja tu dusas dienu nosauci par līksmību, par Tā Kunga svēto (dienu), kas cienījama, un tu tā viņu godā turi, ka nestaigā savus ceļus nedz ej pēc savas pelņas nedz runā liekus vārdus.
ἐὰν ἀποστρέψῃς τὸν πόδα σου ἀπὸ τῶν σαββάτων τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ καὶ καλέσεις τὰ σάββατα τρυφερά ἅγια τῷ θεῷ σου οὐκ ἀρεῖς τὸν πόδα σου ἐπ’ ἔργῳ οὐδὲ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου
14 Tad tu priecāsies iekš Tā Kunga, un Es tevi vadīšu pār zemes augstumiem, un Es tevi mielošu ar tava tēva Jēkaba mantību; jo Tā Kunga mute to runājusi.
καὶ ἔσῃ πεποιθὼς ἐπὶ κύριον καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς καὶ ψωμιεῖ σε τὴν κληρονομίαν Ιακωβ τοῦ πατρός σου τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα