< Jesajas 46 >

1 Bels grūst, Nebus krīt, viņu tēlus uzliek kustoņiem un lopiem; ko jūs nesat, ir nesama nasta piekusušiem (lopiem).
ἔπεσε Βηλ συνετρίβη Δαγων ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία καὶ κτήνη αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιῶντι
2 Tie visi kopā klūp un krīt, tie nevar izglābt to nastu, bet iet paši cietumā.
καὶ πεινῶντι καὶ ἐκλελυμένῳ οὐκ ἰσχύοντι ἅμα οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν
3 Klausies uz Mani, Jēkaba nams, un visi atlikušie no Israēla nama, ko esmu nesis no mātes miesām un uzņēmis no mātes klēpja.
ἀκούσατέ μου οἶκος τοῦ Ιακωβ καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ισραηλ οἱ αἰρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἐκ παιδίου
4 Un līdz pašam vecumam Es būšu tas pats, kamēr jūs topat sirmi, Es nesīšu. Es to esmu darījis, un Es jūs uzņemšu, un Es nesīšu un izglābšu.
ἕως γήρους ἐγώ εἰμι καὶ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι ἐγὼ ἀνέχομαι ὑμῶν ἐγὼ ἐποίησα καὶ ἐγὼ ἀνήσω ἐγὼ ἀναλήμψομαι καὶ σώσω ὑμᾶς
5 Kam jūs Mani līdzināsiet un turēsiet līdzīgu? Ar ko Mani salīdzināsiet, ka būtu vienādi?
τίνι με ὡμοιώσατε ἴδετε τεχνάσασθε οἱ πλανώμενοι
6 Tie izber zeltu no maka un sver sudrabu ar svaru, tie sader sudraba kalēju, un tas to iztaisa par dievekli, tie metās ceļos un to pielūdz.
οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσιππίου καὶ ἀργύριον ἐν ζυγῷ στήσουσιν ἐν σταθμῷ καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα καὶ κύψαντες προσκυνοῦσιν αὐτοῖς
7 Tie to ceļ uz pleciem, to nes, un to noliek savā vietā. Tur viņš stāv un neatstājās no savas vietas; viņu arī piesauc, bet tas neatbild un neviena neizglābj no bēdām.
αἴρουσιν αὐτὸ ἐπὶ τῶν ὤμων καὶ πορεύονται ἐὰν δὲ θῶσιν αὐτό ἐπὶ τοῦ τόπου αὐτοῦ μένει οὐ μὴ κινηθῇ καὶ ὃς ἂν βοήσῃ πρὸς αὐτόν οὐ μὴ εἰσακούσῃ ἀπὸ κακῶν οὐ μὴ σώσῃ αὐτόν
8 Pieminiet to un turaties stipri, jūs pārkāpēji, ņemiet to pie sirds.
μνήσθητε ταῦτα καὶ στενάξατε μετανοήσατε οἱ πεπλανημένοι ἐπιστρέψατε τῇ καρδίᾳ
9 Pieminiet pagājušās lietas no vecu veciem laikiem; jo Es esmu Dievs, un cits neviens, Es esmu Dievs, un nav neviena kā Es,
καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος ὅτι ἐγώ εἰμι ὁ θεός καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ
10 Kas no iesākuma galu dara zināmu, un no senlaikiem to, kas vēl nav noticis, kas saka: Mans padoms pastāvēs, un Es darīšu visu, kas Man patīk.
ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσθαι καὶ ἅμα συνετελέσθη καὶ εἶπα πᾶσά μου ἡ βουλὴ στήσεται καὶ πάντα ὅσα βεβούλευμαι ποιήσω
11 Es aicināju ērgli no rīta puses un vīru pēc Sava padoma no tālas zemes. Es to esmu runājis un tam likšu nākt, Es to esmu apņēmies, Es to arī izdarīšu.
καλῶν ἀπ’ ἀνατολῶν πετεινὸν καὶ ἀπὸ γῆς πόρρωθεν περὶ ὧν βεβούλευμαι ἐλάλησα καὶ ἤγαγον ἔκτισα καὶ ἐποίησα ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ
12 Klausāties uz Mani, cietsirdīgie, kas esat tālu no taisnības.
ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης
13 Es Savu taisnību tuvu esmu atnesis, tā nebūs tālu, un Mana pestīšana nekavēsies, jo Es došu pestīšanu Ciānā, iekš Israēla Savu godību.
ἤγγισα τὴν δικαιοσύνην μου καὶ τὴν σωτηρίαν τὴν παρ’ ἐμοῦ οὐ βραδυνῶ δέδωκα ἐν Σιων σωτηρίαν τῷ Ισραηλ εἰς δόξασμα

< Jesajas 46 >