< Jesajas 4 >
1 Un septiņas sievas sagrābs vienu vīru tanī dienā un sacīs: mēs ēdīsim savu pašu maizi un ģērbsimies ar savām pašu drēbēm, lai mēs tikai topam nosauktas pēc tava vārda, - atņem mūsu negodu.
καὶ ἐπιλήμψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς λέγουσαι τὸν ἄρτον ἡμῶν φαγόμεθα καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ’ ἡμᾶς ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν
2 Tanī dienā Tā Kunga Atvase būs par glītumu un par godu, un tas zemes Auglis par augstumu un krāšņumu Israēla izglābtiem.
τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ισραηλ
3 Un Ciānas atlikušie un Jeruzālemes atlicinātie taps nosaukti Viņam svēti, ikkatrs, kas Jeruzālemē rakstīts uz dzīvību.
καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιων καὶ τὸ καταλειφθὲν ἐν Ιερουσαλημ ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ιερουσαλημ
4 Kad Tas Kungs nomazgās Ciānas meitu sārņus un Jeruzālemes asinsvainas izdeldēs no viņas vidus caur sodības Garu un caur uguns Garu.
ὅτι ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιων καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως
5 Un Tas Kungs radīs pār visu Ciānas kalna vietu un pār viņas svētku sapulcēm padebesi dienā un dūmus un uguns liesmas spožumu naktī; jo pār visu godību būs apsegs.
καὶ ἥξει καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιων καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας καὶ ὡς καπνοῦ καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτός πάσῃ τῇ δόξῃ σκεπασθήσεται
6 Un būs telts par pavēni dienā pret karstumu un par glābšanu un par patvērumu pret plūdiem un lietu.
καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ