< Jesajas 21 >

1 Spriedums par jūras tuksnesi. Tā kā aukas no dienvidiem(Negebas), kas visu apgāž, tā nāks no tuksneša, no briesmīgas zemes.
τὸ ὅραμα τῆς ἐρήμου ὡς καταιγὶς δῑ ἐρήμου διέλθοι ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς φοβερὸν
2 Grūta parādīšana man darīta zināma. Laupītājs laupa, postītājs posta. Nāc šurp, Elam, apstāj, Medija! Visām nopūtām par tiem es darīšu galu.
τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι ὁ ἀθετῶν ἀθετεῖ ὁ ἀνομῶν ἀνομεῖ ἐπ’ ἐμοὶ οἱ Αιλαμῖται καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ’ ἐμὲ ἔρχονται νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν
3 Tādēļ mani gurni dreb, raizes mani sagrābušas, kā dzemdētājas raizes. Es lokos, ka vairs nedzirdu, un iztrūcinājos, ka vairs neredzu.
διὰ τοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν ἠδίκησα τὸ μὴ ἀκοῦσαι ἐσπούδασα τὸ μὴ βλέπειν
4 Mana sirds trīc, izbailes mani iztrūcina, mīļā nakts tumsa man palikusi par biedēkli.
ἡ καρδία μου πλανᾶται καὶ ἡ ἀνομία με βαπτίζει ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον
5 Sataisi galdu, nostādi vaktis, ēd, dzer! Ceļaties, virsnieki, svaidat bruņas.
ἑτοίμασον τὴν τράπεζαν πίετε φάγετε ἀναστάντες οἱ ἄρχοντες ἑτοιμάσατε θυρεούς
6 Jo tā Tas Kungs uz mani sacījis: ej, nostādi vaktnieku, lai tas stāsta, ko redz.
ὅτι οὕτως εἶπεν κύριος πρός με βαδίσας σεαυτῷ στῆσον σκοπὸν καὶ ὃ ἂν ἴδῃς ἀνάγγειλον
7 Un viņš redzēja ratus, jātniekus pa pāriem, ēzeļu pulku, kamieļu pulku, un viņš klausīdamies klausījās it uzmanīgi,
καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου ἀκρόασαι ἀκρόασιν πολλὴν
8 Un sauca ar lauvas balsi: Kungs, es stāvu uz vakts torņa visu cauru dienu un vaktēdams vaktēju caurām naktīm.
καὶ κάλεσον Ουριαν εἰς τὴν σκοπιὰν κυρίου καὶ εἶπεν ἔστην διὰ παντὸς ἡμέρας καὶ ἐπὶ τῆς παρεμβολῆς ἔστην ὅλην τὴν νύκτα
9 Redzi, tur nāk rati ar vīriem un jātnieki pa pāriem. Tad viņš atbildēja un sacīja: kritusi, kritusi Bābele, un visi viņas dievekļu tēli ir sadauzīti pie zemes.
καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης συνωρίδος καὶ ἀποκριθεὶς εἶπεν πέπτωκεν Βαβυλών καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν
10 Ak tu mans izkultais, tu mana klona labībiņa! Ko es esmu dzirdējis no Tā Kunga Cebaot, Israēla Dieva, to jums esmu pasludinājis.
ἀκούσατε οἱ καταλελειμμένοι καὶ οἱ ὀδυνώμενοι ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου σαβαωθ ὁ θεὸς τοῦ Ισραηλ ἀνήγγειλεν ἡμῖν
11 Spriedums par Dumu: uz mani sauc no Seīra: sargs, cik gara vēl nakts? Sargs, cik gara vēl nakts?
τὸ ὅραμα τῆς Ιδουμαίας πρὸς ἐμὲ καλεῖ παρὰ τοῦ Σηιρ φυλάσσετε ἐπάλξεις
12 Tas sargs saka: rīts nāk un atkal nakts. Ja gribat vaicāt, vaicājiet! Atgriežaties, nāciet!
φυλάσσω τὸ πρωὶ καὶ τὴν νύκτα ἐὰν ζητῇς ζήτει καὶ παρ’ ἐμοὶ οἴκει
13 Spriedums par Arābiju: Arābijas tuksnešos paliekat par nakti, jūs Dedana ceļa vīri.
ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ ἐν τῇ ὁδῷ Δαιδαν
14 Nāciet izslāpušiem pretī ar ūdeni, jūs Temas zemes iedzīvotāji, pasniedziet maizi bēdzējiem.
εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θαιμαν ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν
15 Jo tie bēg no zobena, no izvilkta zobena un no uzvilkta stopa un no briesmīgas kaujas.
διὰ τὸ πλῆθος τῶν φευγόντων καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ
16 Jo tā Tas Kungs uz mani sacījis: gada laikā, kādi ir algādža gadi, tad beigsies visa Ķedara godība.
ὅτι οὕτως εἶπέν μοι κύριος ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδαρ
17 Un strēlnieku atlikums no tiem vareniem Ķedara bērniem būs mazums; jo Tas Kungs, Israēla Dievs, to ir runājis.
καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδαρ ἔσται ὀλίγον διότι κύριος ἐλάλησεν ὁ θεὸς Ισραηλ

< Jesajas 21 >