< Hozejas 7 >

1 Kad Es Israēli dziedināšu, tad Efraīma noziegums taps atsegts un Samarijas ļaunums, jo tie dara viltību; zagļi ir iekšā, un laupītāji ārā.
ἐν τῷ ἰάσασθαί με τὸν Ισραηλ καὶ ἀποκαλυφθήσεται ἡ ἀδικία Εφραιμ καὶ ἡ κακία Σαμαρείας ὅτι ἠργάσαντο ψευδῆ καὶ κλέπτης πρὸς αὐτὸν εἰσελεύσεται ἐκδιδύσκων λῃστὴς ἐν τῇ ὁδῷ αὐτοῦ
2 Un tie nedomā savā sirdī, ka Es visu viņu ļaunumu pieminu. Bet nu viņu darbi apmetās pret tiem, tie ir Manā priekšā.
ὅπως συνᾴδωσιν ὡς συνᾴδοντες τῇ καρδίᾳ αὐτῶν πάσας τὰς κακίας αὐτῶν ἐμνήσθην νῦν ἐκύκλωσεν αὐτοὺς τὰ διαβούλια αὐτῶν ἀπέναντι τοῦ προσώπου μου ἐγένοντο
3 Ar savu ļaunumu tie iepriecina ķēniņu un lielkungus ar saviem meliem.
ἐν ταῖς κακίαις αὐτῶν εὔφραναν βασιλεῖς καὶ ἐν τοῖς ψεύδεσιν αὐτῶν ἄρχοντας
4 Tie visi ir laulības pārkāpēji, tie ir kā ceplis, kurināts no cepēja, kas mīklu samīcījis, mitējās kurināt, kamēr tā ir uzrūgusi.
πάντες μοιχεύοντες ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς φλογός ἀπὸ φυράσεως στέατος ἕως τοῦ ζυμωθῆναι αὐτό
5 Mūsu ķēniņa dienā lielkungi paliek vāji no vīna karstuma; viņš sniedz savu roku smējējiem.
αἱ ἡμέραι τῶν βασιλέων ὑμῶν ἤρξαντο οἱ ἄρχοντες θυμοῦσθαι ἐξ οἴνου ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ μετὰ λοιμῶν
6 Jo tie ar savu sirdi dodās uz viltību kā ceplī. Viņu cepējs guļ cauru nakti, rītā viņš deg kā uguns liesmās.
διότι ἀνεκαύθησαν ὡς κλίβανος αἱ καρδίαι αὐτῶν ἐν τῷ καταράσσειν αὐτούς ὅλην τὴν νύκτα ὕπνου Εφραιμ ἐνεπλήσθη πρωὶ ἐγενήθη ἀνεκαύθη ὡς πυρὸς φέγγος
7 Tie visi ir iekarsuši kā ceplis un aprij savus tiesnešus, visi viņu ķēniņi krīt, neviens no tiem mani nepiesauc.
πάντες ἐθερμάνθησαν ὡς κλίβανος καὶ κατέφαγον τοὺς κριτὰς αὐτῶν πάντες οἱ βασιλεῖς αὐτῶν ἔπεσαν οὐκ ἦν ὁ ἐπικαλούμενος ἐν αὐτοῖς πρός με
8 Efraīms jaucās ar tautām, Efraīms ir rausis, ko neapgriež.
Εφραιμ ἐν τοῖς λαοῖς αὐτοῦ συνανεμείγνυτο Εφραιμ ἐγένετο ἐγκρυφίας οὐ μεταστρεφόμενος
9 Sveši norij viņa spēku, un viņš to nemana, arī sirmums viņam ir uznācis, un viņš to neatzīst.
κατέφαγον ἀλλότριοι τὴν ἰσχὺν αὐτοῦ αὐτὸς δὲ οὐκ ἐπέγνω καὶ πολιαὶ ἐξήνθησαν αὐτῷ καὶ αὐτὸς οὐκ ἔγνω
10 Un Israēla gods dod liecību pret viņa vaigu, bet tie neatgriežas pie Tā Kunga, sava Dieva, un tomēr viņu nemeklē.
καὶ ταπεινωθήσεται ἡ ὕβρις Ισραηλ εἰς πρόσωπον αὐτοῦ καὶ οὐκ ἐπέστρεψαν πρὸς κύριον τὸν θεὸν αὐτῶν καὶ οὐκ ἐξεζήτησαν αὐτὸν ἐν πᾶσι τούτοις
11 Jo Efraīms ir kā nejēdzīgs balodis bez prāta; Ēģipti tie piesauc, pie Asura tie staigā.
καὶ ἦν Εφραιμ ὡς περιστερὰ ἄνους οὐκ ἔχουσα καρδίαν Αἴγυπτον ἐπεκαλεῖτο καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν
12 Kad tie nu tā staigā, tad Es Savu tīklu pār tiem izpletīšu, Es tos nometīšu(lejā) kā putnus apakš debess, Es tos pārmācīšu, tā kā ir sludināts viņu draudzei.
καθὼς ἂν πορεύωνται ἐπιβαλῶ ἐπ’ αὐτοὺς τὸ δίκτυόν μου καθὼς τὰ πετεινὰ τοῦ οὐρανοῦ κατάξω αὐτούς παιδεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν
13 Vai tiem! Jo tie bēg no Manis; posts pār viņiem! Jo tie ir noziegušies pret Mani. Es tos gan gribētu atpestīt, bet tie runā melus pret Mani.
οὐαὶ αὐτοῖς ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ δείλαιοί εἰσιν ὅτι ἠσέβησαν εἰς ἐμέ ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς αὐτοὶ δὲ κατελάλησαν κατ’ ἐμοῦ ψεύδη
14 Un tie Mani nepiesauc no sirds, kad tie kauc uz savām gultām. Tie sapulcējās labības un vīna dēļ bet Man tie turas pretī.
καὶ οὐκ ἐβόησαν πρός με αἱ καρδίαι αὐτῶν ἀλλ’ ἢ ὠλόλυζον ἐν ταῖς κοίταις αὐτῶν ἐπὶ σίτῳ καὶ οἴνῳ κατετέμνοντο ἐπαιδεύθησαν ἐν ἐμοί
15 Gan Es tos pamācu un stiprināju viņu elkoņus, bet tie domā ļaunu pret Mani.
κἀγὼ κατίσχυσα τοὺς βραχίονας αὐτῶν καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρά
16 Tie griežas, bet ne uz to, kas augšā; tie ir kā viltīgs stops; viņu lielkungi kritīs caur zobenu viņu trakās mēles dēļ; tas būs viņu apsmiekls Ēģiptes zemē.
ἀπεστράφησαν εἰς οὐθέν ἐγένοντο ὡς τόξον ἐντεταμένον πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν δῑ ἀπαιδευσίαν γλώσσης αὐτῶν οὗτος ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ

< Hozejas 7 >