< Hozejas 3 >
1 Un Tas Kungs uz mani sacīja: noej atkal, mīli vienu sievu, kas top mīlēta no sava drauga un tomēr pārkāpj laulību, tā kā Tas Kungs Israēla bērnus mīl, bet tie griežas pie citiem dieviem un iemīl vīna ogu raušus.
καὶ εἶπεν κύριος πρός με ἔτι πορεύθητι καὶ ἀγάπησον γυναῖκα ἀγαπῶσαν πονηρὰ καὶ μοιχαλίν καθὼς ἀγαπᾷ ὁ θεὸς τοὺς υἱοὺς Ισραηλ καὶ αὐτοὶ ἀποβλέπουσιν ἐπὶ θεοὺς ἀλλοτρίους καὶ φιλοῦσιν πέμματα μετὰ σταφίδων
2 Un es to sev pirku par piecpadsmit sudraba gabaliem un pusotru omeru miežu.
καὶ ἐμισθωσάμην ἐμαυτῷ πεντεκαίδεκα ἀργυρίου καὶ γομορ κριθῶν καὶ νεβελ οἴνου
3 Un es uz viņu sacīju: daudz dienas tu man sēdēsi un nedzīsi maucību, nedz būsi pie vīra: tāpat es turēšos pret tevi.
καὶ εἶπα πρὸς αὐτήν ἡμέρας πολλὰς καθήσῃ ἐπ’ ἐμοὶ καὶ οὐ μὴ πορνεύσῃς οὐδὲ μὴ γένῃ ἀνδρὶ ἑτέρῳ καὶ ἐγὼ ἐπὶ σοί
4 Jo Israēla bērni paliks ilgu laiku bez ķēniņa un bez valdītāja un bez upura un bez altāra un bez plecu segas(efoda) un bez tēliem.
διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ισραηλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος οὐδὲ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δήλων
5 Pēc tam Israēla bērni atgriezīsies un meklēs To Kungu, savu Dievu, un Dāvidu, savu ķēniņu, un nāks bīdamies pie Tā Kunga un pie Viņa žēlastības pēdīgās dienās.
καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ισραηλ καὶ ἐπιζητήσουσιν κύριον τὸν θεὸν αὐτῶν καὶ Δαυιδ τὸν βασιλέα αὐτῶν καὶ ἐκστήσονται ἐπὶ τῷ κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν