< Esteres 6 >

1 Tanī naktī ķēniņam nenāca miegs un viņš pavēlēja, lai atnes laiku grāmatu, kur tās vērā liekamās lietas bija uzrakstītas.
ὁ δὲ κύριος ἀπέστησεν τὸν ὕπνον ἀπὸ τοῦ βασιλέως τὴν νύκτα ἐκείνην καὶ εἶπεν τῷ διδασκάλῳ αὐτοῦ εἰσφέρειν γράμματα μνημόσυνα τῶν ἡμερῶν ἀναγινώσκειν αὐτῷ
2 Un to lasīja ķēniņa priekšā. Un tur atrada rakstītu, ka Mardakajs bija zināmu darījis, ka Bigtans un Teres, ķēniņa divi kambarjunkuri un sliekšņa sargi, bija meklējuši roku likt pie ķēniņa Ahasverus.
εὗρεν δὲ τὰ γράμματα τὰ γραφέντα περὶ Μαρδοχαίου ὡς ἀπήγγειλεν τῷ βασιλεῖ περὶ τῶν δύο εὐνούχων τοῦ βασιλέως ἐν τῷ φυλάσσειν αὐτοὺς καὶ ζητῆσαι ἐπιβαλεῖν τὰς χεῖρας Ἀρταξέρξῃ
3 Tad ķēniņš sacīja: kāds gods un kāda paaugstināšana Mardakajam par to notikusi? Un ķēniņa jaunekļi, viņa sulaiņi, sacīja: viņam nekas nav noticis.
εἶπεν δὲ ὁ βασιλεύς τίνα δόξαν ἢ χάριν ἐποιήσαμεν τῷ Μαρδοχαίῳ καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως οὐκ ἐποίησας αὐτῷ οὐδέν
4 Tad ķēniņš sacīja: kas ir pagalmā? (Bet Amans bija nācis ķēniņa nama ārējā pagalmā, ķēniņam sacīt, lai Mardakaju pakar pie tā koka, ko viņš tam bija licis uzcelt.)
ἐν δὲ τῷ πυνθάνεσθαι τὸν βασιλέα περὶ τῆς εὐνοίας Μαρδοχαίου ἰδοὺ Αμαν ἐν τῇ αὐλῇ εἶπεν δὲ ὁ βασιλεύς τίς ἐν τῇ αὐλῇ ὁ δὲ Αμαν εἰσῆλθεν εἰπεῖν τῷ βασιλεῖ κρεμάσαι τὸν Μαρδοχαῖον ἐπὶ τῷ ξύλῳ ᾧ ἡτοίμασεν
5 Un ķēniņa jaunekļi uz viņu sacīja: redzi, Amans stāv pagalmā. Tad ķēniņš sacīja: lai viņš nāk iekšā.
καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως ἰδοὺ Αμαν ἕστηκεν ἐν τῇ αὐλῇ καὶ εἶπεν ὁ βασιλεύς καλέσατε αὐτόν
6 Tad Amans nāca iekšā, un ķēniņš uz to sacīja: ko būs darīt tādam vīram, ko ķēniņš labprāt grib godāt? Tad Amans domāja savā sirdī: kurš būs, ko ķēniņš grib godāt, nekā es pats?
εἶπεν δὲ ὁ βασιλεὺς τῷ Αμαν τί ποιήσω τῷ ἀνθρώπῳ ὃν ἐγὼ θέλω δοξάσαι εἶπεν δὲ ἐν ἑαυτῷ Αμαν τίνα θέλει ὁ βασιλεὺς δοξάσαι εἰ μὴ ἐμέ
7 Tādēļ Amans sacīja uz ķēniņu: Tam vīram, ko ķēniņš grib godāt,
εἶπεν δὲ πρὸς τὸν βασιλέα ἄνθρωπον ὃν ὁ βασιλεὺς θέλει δοξάσαι
8 Tam būs nest ķēniņa drēbes, ar ko ķēniņš pats mēdz apģērbties, un zirgu, uz kā ķēniņš mēdz jāt un kam valstības kronis likts uz galvas.
ἐνεγκάτωσαν οἱ παῖδες τοῦ βασιλέως στολὴν βυσσίνην ἣν ὁ βασιλεὺς περιβάλλεται καὶ ἵππον ἐφ’ ὃν ὁ βασιλεὺς ἐπιβαίνει
9 Un to drēbi ar to zirgu būs rokā dot vienam no tiem lielkungiem un to vīru, ko ķēniņš grib godāt, ar to būs apģērbt, un viņam likt jāt uz tā zirga pa pilsētas ielām un viņa priekšā izsaukt: tā dara tam vīram, ko ķēniņš grib godāt.
καὶ δότω ἑνὶ τῶν φίλων τοῦ βασιλέως τῶν ἐνδόξων καὶ στολισάτω τὸν ἄνθρωπον ὃν ὁ βασιλεὺς ἀγαπᾷ καὶ ἀναβιβασάτω αὐτὸν ἐπὶ τὸν ἵππον καὶ κηρυσσέτω διὰ τῆς πλατείας τῆς πόλεως λέγων οὕτως ἔσται παντὶ ἀνθρώπῳ ὃν ὁ βασιλεὺς δοξάζει
10 Tad ķēniņš sacīja uz Amanu: steidzies, ņem to drēbi un to zirgu, tā kā tu esi runājis, un dari tā tam Jūdam Mardakajam, kas sēž ķēniņa vārtos, un lai netrūkst neviena vārda no visa, ko tu esi runājis.
εἶπεν δὲ ὁ βασιλεὺς τῷ Αμαν καθὼς ἐλάλησας οὕτως ποίησον τῷ Μαρδοχαίῳ τῷ Ιουδαίῳ τῷ θεραπεύοντι ἐν τῇ αὐλῇ καὶ μὴ παραπεσάτω σου λόγος ὧν ἐλάλησας
11 Tad Amans ņēma tās drēbes un to zirgu un apģērba Mardakaju, un lika viņam jāt pa pilsētas ielām un izsauca viņa priekšā: tā dara tam vīram, ko ķēniņš grib godāt.
ἔλαβεν δὲ Αμαν τὴν στολὴν καὶ τὸν ἵππον καὶ ἐστόλισεν τὸν Μαρδοχαῖον καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸν ἵππον καὶ διῆλθεν διὰ τῆς πλατείας τῆς πόλεως καὶ ἐκήρυσσεν λέγων οὕτως ἔσται παντὶ ἀνθρώπῳ ὃν ὁ βασιλεὺς θέλει δοξάσαι
12 Pēc tam Mardakajs griezās atpakaļ ķēniņa vārtos; bet Amans steidzās atkal mājās, bēdīgs un aizsegtu galvu.
ἐπέστρεψεν δὲ ὁ Μαρδοχαῖος εἰς τὴν αὐλήν Αμαν δὲ ὑπέστρεψεν εἰς τὰ ἴδια λυπούμενος κατὰ κεφαλῆς
13 Un Amans teica savai sievai Zeresai un visiem saviem draugiem visu, kas viņam bija noticis. Tad viņa gudrie un Zeresa, viņa sieva, uz to sacīja: ja Mardakajs, kā priekšā tu esi iesācis krist, ir no Jūdu dzimuma, tad tu pret viņu nekā neiespēsi, bet tu viņa priekšā krizdams kritīsi.
καὶ διηγήσατο Αμαν τὰ συμβεβηκότα αὐτῷ Ζωσαρα τῇ γυναικὶ αὐτοῦ καὶ τοῖς φίλοις καὶ εἶπαν πρὸς αὐτὸν οἱ φίλοι καὶ ἡ γυνή εἰ ἐκ γένους Ιουδαίων Μαρδοχαῖος ἦρξαι ταπεινοῦσθαι ἐνώπιον αὐτοῦ πεσὼν πεσῇ οὐ μὴ δύνῃ αὐτὸν ἀμύνασθαι ὅτι θεὸς ζῶν μετ’ αὐτοῦ
14 Kad tie vēl ar viņu runāja, tad ķēniņa kambarjunkuri atnāca un steigšus Amanu noveda dzīrēs, ko Estere bija sataisījusi.
ἔτι αὐτῶν λαλούντων παραγίνονται οἱ εὐνοῦχοι ἐπισπεύδοντες τὸν Αμαν ἐπὶ τὸν πότον ὃν ἡτοίμασεν Εσθηρ

< Esteres 6 >