< Otra Ķēniņu 20 >
1 Tanī laikā Hizkija palika slims uz miršanu, un pravietis Jesaja, Amoca dēls, nāca pie viņa un uz to sacīja: tā saka Tas Kungs: apkopi savu namu, jo tu mirsi un nepaliksi vesels.
ἐν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Εζεκιας εἰς θάνατον καὶ εἰσῆλθεν πρὸς αὐτὸν Ησαιας υἱὸς Αμως ὁ προφήτης καὶ εἶπεν πρὸς αὐτόν τάδε λέγει κύριος ἔντειλαι τῷ οἴκῳ σου ὅτι ἀποθνῄσκεις σὺ καὶ οὐ ζήσῃ
2 Tad Hizkija savu vaigu pagrieza pret sienu un pielūdza To Kungu un sacīja:
καὶ ἀπέστρεψεν Εζεκιας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ ηὔξατο πρὸς κύριον λέγων
3 Ak Kungs, piemini lūdzams, ka es Tavā priekšā esmu staigājis patiesībā no visas sirds un darījis, kas tev patīk. Un Hizkija gauži raudāja.
ὦ δή κύριε μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν καρδίᾳ πλήρει καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ἐποίησα καὶ ἔκλαυσεν Εζεκιας κλαυθμῷ μεγάλῳ
4 Un kad Jesaja vēl nebija izgājis ne pusceļa caur pilsētu, tad Tā Kunga vārds uz viņu notika un sacīja:
καὶ ἦν Ησαιας ἐν τῇ αὐλῇ τῇ μέσῃ καὶ ῥῆμα κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων
5 Ej atpakaļ un saki uz Hizkiju, Manas tautas valdnieku: tā saka Tas Kungs, tava tēva Dāvida Dievs: Es tavu lūgšanu esmu klausījis, Es tavas asaras esmu redzējis, redzi, Es tevi darīšu veselu, trešā dienā tu iesi Tā Kunga namā.
ἐπίστρεψον καὶ ἐρεῖς πρὸς Εζεκιαν τὸν ἡγούμενον τοῦ λαοῦ μου τάδε λέγει κύριος ὁ θεὸς Δαυιδ τοῦ πατρός σου ἤκουσα τῆς προσευχῆς σου εἶδον τὰ δάκρυά σου ἰδοὺ ἐγὼ ἰάσομαί σε τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον κυρίου
6 Un pie tavām dienām Es vēl pielikšu piecpadsmit gadus, un tevi un šo pilsētu Es izpestīšu no Asīrijas ķēniņa rokas un pasargāšu šo pilsētu Sevis labad un Sava kalpa Dāvida labad.
καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πέντε καὶ δέκα ἔτη καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δῑ ἐμὲ καὶ διὰ Δαυιδ τὸν δοῦλόν μου
7 Un Jesaja sacīja: ņemiet vīģu rausi. Un tie to ņēma un uzlika uz to trumu, tad viņš palika vesels.
καὶ εἶπεν λαβέτωσαν παλάθην σύκων καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος καὶ ὑγιάσει
8 Un Hizkija sacīja uz Jesaju: kāda ir tā zīme, ka Tas Kungs mani darīs veselu, un ka es trešā dienā iešu Tā Kunga namā?
καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν τί τὸ σημεῖον ὅτι ἰάσεταί με κύριος καὶ ἀναβήσομαι εἰς οἶκον κυρίου τῇ ἡμέρᾳ τῇ τρίτῃ
9 Un Jesaja sacīja: šī būs tā zīme no Tā Kunga, ka Tas Kungs šo lietu darīs, ko viņš runājis. Vai ēnai būs iet desmit kāpienus uz priekšu, vai desmit kāpienus atpakaļ?
καὶ εἶπεν Ησαιας τοῦτο τὸ σημεῖον παρὰ κυρίου ὅτι ποιήσει κύριος τὸν λόγον ὃν ἐλάλησεν πορεύσεται ἡ σκιὰ δέκα βαθμούς ἐὰν ἐπιστρέφῃ δέκα βαθμούς
10 Tad Hizkija sacīja: tas ir viegli, ēnai iet desmit kāpienus uz priekšu, - to ne, bet lai ēna iet desmit kāpienus atpakaļ.
καὶ εἶπεν Εζεκιας κοῦφον τὴν σκιὰν κλῖναι δέκα βαθμούς οὐχί ἀλλ’ ἐπιστραφήτω ἡ σκιὰ δέκα βαθμοὺς εἰς τὰ ὀπίσω
11 Un pravietis Jesaja piesauca To Kungu, un Tas tai ēnai lika iet desmit kāpienus atpakaļ pa tiem pašiem kāpieniem, ko tā bija gājusi uz priekšu pie Ahaza saules stundeņa.
καὶ ἐβόησεν Ησαιας ὁ προφήτης πρὸς κύριον καὶ ἐπέστρεψεν ἡ σκιὰ ἐν τοῖς ἀναβαθμοῖς εἰς τὰ ὀπίσω δέκα βαθμούς
12 Tanī laikā Berodaks Baladans, Baladana dēls, Bābeles ķēniņš, sūtīja grāmatas un dāvanas pie Hizkijas, jo tas bija dzirdējis, ka Hizkija bijis slims.
ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδαχβαλαδαν υἱὸς Βαλαδαν βασιλεὺς Βαβυλῶνος βιβλία καὶ μαναα πρὸς Εζεκιαν ὅτι ἤκουσεν ὅτι ἠρρώστησεν Εζεκιας
13 Un Hizkija par tiem priecājās un tiem radīja visu savu mantas namu, sudrabu un zeltu un dārgās zāles un to smalko eļļu un visu savu bruņu namu un visu, kas viņa mantās bija; nekas nebija viņa namā un visā viņa valstī ko Hizkija tiem nebūtu rādījis.
καὶ ἐχάρη ἐπ’ αὐτοῖς Εζεκιας καὶ ἔδειξεν αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθα τὸ ἀργύριον καὶ τὸ χρυσίον τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθόν καὶ τὸν οἶκον τῶν σκευῶν καὶ ὅσα ηὑρέθη ἐν τοῖς θησαυροῖς αὐτοῦ οὐκ ἦν λόγος ὃν οὐκ ἔδειξεν αὐτοῖς Εζεκιας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ
14 Tad pravietis Jesaja nāca pie ķēniņa Hizkijas un uz to sacīja: ko šie vīri sacījuši un no kurienes tie pie tevis nākuši? Un Hizkija sacīja: tie no tālas zemes atnākuši, no Bābeles.
καὶ εἰσῆλθεν Ησαιας ὁ προφήτης πρὸς τὸν βασιλέα Εζεκιαν καὶ εἶπεν πρὸς αὐτόν τί ἐλάλησαν οἱ ἄνδρες οὗτοι καὶ πόθεν ἥκασιν πρὸς σέ καὶ εἶπεν Εζεκιας ἐκ γῆς πόρρωθεν ἥκασιν πρός με ἐκ Βαβυλῶνος
15 Un tas sacīja: ko tie laba redzējuši tavā namā? Un Hizkija sacīja: tie visu redzējuši, kas manā namā; nekā nav no manām mantām, ko es tiem nebūtu rādījis.
καὶ εἶπεν τί εἶδον ἐν τῷ οἴκῳ σου καὶ εἶπεν πάντα ὅσα ἐν τῷ οἴκῳ μου εἶδον οὐκ ἦν ἐν τῷ οἴκῳ μου ὃ οὐκ ἔδειξα αὐτοῖς ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου
16 Tad Jesaja sacīja uz Hizkiju: klausies Tā Kunga vārdu:
καὶ εἶπεν Ησαιας πρὸς Εζεκιαν ἄκουσον λόγον κυρίου
17 Redzi, dienas nāks, ka viss, kas ir tavā namā un ko tavi tēvi līdz šai dienai sakrājuši, taps novests uz Bābeli, nekas netaps atlicināts, saka Tas Kungs.
ἰδοὺ ἡμέραι ἔρχονται καὶ λημφθήσεται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα καὶ οὐχ ὑπολειφθήσεται ῥῆμα ὃ εἶπεν κύριος
18 Un no taviem bērniem, kas no tevis nāks, ko tu dzemdināsi, taps ņemti, ka tie būs par kambarjunkuriem Bābeles ķēniņa pilī.
καὶ οἱ υἱοί σου οἳ ἐξελεύσονται ἐκ σοῦ οὓς γεννήσεις λήμψεται καὶ ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος
19 Un Hizkija sacīja uz Jesaju: Tā Kunga vārds ir labs, ko tu runājis. Un viņš sacīja: lai notiek, kad tikai miers un drošība pastāv manā laikā.
καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν ἀγαθὸς ὁ λόγος κυρίου ὃν ἐλάλησεν ἔστω εἰρήνη ἐν ταῖς ἡμέραις μου
20 Un kas vēl par Hizkiju stāstāms, un viss viņa spēks, un ko viņš darījis, un par to dīķi un ūdens grāvi, un ka viņš ūdeni vadījis pilsētā, tas viss ir rakstīts Jūda ķēniņu laiku grāmatā.
καὶ τὰ λοιπὰ τῶν λόγων Εζεκιου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ ὅσα ἐποίησεν τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν καὶ εἰσήνεγκεν τὸ ὕδωρ εἰς τὴν πόλιν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα
21 Un Hizkija aizmiga saviem tēviem pakaļ, un Manasus, viņa dēls, palika par ķēniņu viņa vietā.
καὶ ἐκοιμήθη Εζεκιας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Μανασσης υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ