< Otra Laiku 31 >

1 Kad nu viss tas bija pabeigts, tad viss Israēls, kas bija sanācis, izgāja Jūda pilsētās un nolauzīja tos uzceltos tēlus un nocirta tās Ašeras un izpostīja tos elku kalnus un altārus pa visu Jūdu un Benjaminu un Efraīmu un Manasu, līdz visu nopostīja. Un tad visi Israēla bērni griezās atpakaļ, ikkatrs uz savām mājām savās pilsētās.
καὶ ὡς συνετελέσθη πάντα ταῦτα ἐξῆλθεν πᾶς Ισραηλ οἱ εὑρεθέντες ἐν πόλεσιν Ιουδα καὶ συνέτριψαν τὰς στήλας καὶ ἐξέκοψαν τὰ ἄλση καὶ κατέσπασαν τὰ ὑψηλὰ καὶ τοὺς βωμοὺς ἀπὸ πάσης τῆς Ιουδαίας καὶ Βενιαμιν καὶ ἐξ Εφραιμ καὶ ἀπὸ Μανασση ἕως εἰς τέλος καὶ ἐπέστρεψαν πᾶς Ισραηλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ εἰς τὰς πόλεις αὐτῶν
2 Un Hizkija nolika priesteru un levitu kārtas pēc viņu kārtām, ikkatru pēc savas kalpošanas, priesterus un levitus pie dedzināmiem upuriem un pateicības upuriem, kalpot un teikt un slavēt Tā Kunga lēģeru vārtos.
καὶ ἔταξεν Εζεκιας τὰς ἐφημερίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τὰς ἐφημερίας ἑκάστου κατὰ τὴν ἑαυτοῦ λειτουργίαν τοῖς ἱερεῦσιν καὶ τοῖς Λευίταις εἰς τὴν ὁλοκαύτωσιν καὶ εἰς τὴν θυσίαν τοῦ σωτηρίου καὶ αἰνεῖν καὶ ἐξομολογεῖσθαι καὶ λειτουργεῖν ἐν ταῖς πύλαις ἐν ταῖς αὐλαῖς οἴκου κυρίου
3 Un (viņš nosprieda arī) ķēniņa daļu no sava padoma pie dedzināmiem upuriem rītos un vakaros un pie dedzināmiem upuriem svētdienās un jaunos mēnešos un svētkos, tā kā Tā Kunga bauslībā rakstīts.
καὶ μερὶς τοῦ βασιλέως ἐκ τῶν ὑπαρχόντων αὐτοῦ εἰς τὰς ὁλοκαυτώσεις τὴν πρωινὴν καὶ τὴν δειλινὴν καὶ ὁλοκαυτώσεις εἰς σάββατα καὶ εἰς τὰς νουμηνίας καὶ εἰς τὰς ἑορτὰς τὰς γεγραμμένας ἐν τῷ νόμῳ κυρίου
4 Un viņš sacīja uz tiem ļaudīm, kas Jeruzālemē dzīvoja, lai priesteriem un levitiem dod savu daļu, ka tie turētos pie Tā Kunga bauslības.
καὶ εἶπεν τῷ λαῷ τοῖς κατοικοῦσιν ἐν Ιερουσαλημ δοῦναι τὴν μερίδα τῶν ἱερέων καὶ τῶν Λευιτῶν ὅπως κατισχύσωσιν ἐν τῇ λειτουργίᾳ οἴκου κυρίου
5 Kad nu šī valoda izpaudās, tad Israēla bērni atnesa bagātīgi pirmajus no labības, vīna un eļļas un medus un no visiem tīruma augļiem, arī desmito(tiesu) no visādām lietām tie atnesa lielā pulkā.
καὶ ὡς προσέταξεν τὸν λόγον ἐπλεόνασαν οἱ υἱοὶ Ισραηλ ἀπαρχὴν σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ μέλιτος καὶ πᾶν γένημα ἀγροῦ καὶ ἐπιδέκατα πάντα εἰς πλῆθος ἤνεγκαν
6 Un Israēla un Jūda bērni, kas Jūda pilsētās dzīvoja tie arīdzan atnesa desmito no vēršiem un avīm un desmito no tā, ko tie bija svētījuši Tam Kungam, savam Dievam, un to sakrāva kaudžu kaudzēs.
οἱ υἱοὶ Ισραηλ καὶ Ιουδα καὶ οἱ κατοικοῦντες ἐν ταῖς πόλεσιν Ιουδα καὶ αὐτοὶ ἤνεγκαν ἐπιδέκατα μόσχων καὶ προβάτων καὶ ἐπιδέκατα αἰγῶν καὶ ἡγίασαν τῷ κυρίῳ θεῷ αὐτῶν καὶ εἰσήνεγκαν καὶ ἔθηκαν σωροὺς σωρούς
7 Trešā mēnesī tie iesāka tās kaudzes kraut, un septītā mēnesī tie pabeidza.
ἐν τῷ μηνὶ τῷ τρίτῳ ἤρξαντο οἱ σωροὶ θεμελιοῦσθαι καὶ ἐν τῷ ἑβδόμῳ μηνὶ συνετελέσθησαν
8 Kad nu Hizkija un tie lielkungi nāca un tās kaudzes redzēja, tad tie teica To Kungu un Viņa tautu Israēli.
καὶ ἦλθεν Εζεκιας καὶ οἱ ἄρχοντες καὶ εἶδον τοὺς σωροὺς καὶ ηὐλόγησαν τὸν κύριον καὶ τὸν λαὸν αὐτοῦ Ισραηλ
9 Un Hizkija vaicāja tiem priesteriem un levitiem par tām kaudzēm.
καὶ ἐπυνθάνετο Εζεκιας τῶν ἱερέων καὶ τῶν Λευιτῶν ὑπὲρ τῶν σωρῶν
10 Un augstais priesteris Azarija, no Cadoka nama, runāja uz to un sacīja: kamēr ir sākts nest šo cilājamo upuri Tā Kunga namā, esam ēduši un paēduši, un daudz vēl atlicis, jo Tas Kungs ir svētījis Savus ļaudis, tā ka tik pulka ir atlicis.
καὶ εἶπεν πρὸς αὐτὸν Αζαριας ὁ ἱερεὺς ὁ ἄρχων εἰς οἶκον Σαδωκ καὶ εἶπεν ἐξ οὗ ἦρκται ἡ ἀπαρχὴ φέρεσθαι εἰς οἶκον κυρίου ἐφάγομεν καὶ ἐπίομεν καὶ κατελίπομεν ὅτι κύριος ηὐλόγησεν τὸν λαὸν αὐτοῦ καὶ κατελίπομεν ἔτι τὸ πλῆθος τοῦτο
11 Tad Hizkija pavēlēja taisīt kambarus pie Tā Kunga nama.
καὶ εἶπεν Εζεκιας ἑτοιμάσαι παστοφόρια εἰς οἶκον κυρίου καὶ ἡτοίμασαν
12 Un tos taisīja un tur ienesa to cilājamo upuri un to desmito un tās svētītās dāvanas ar uzticību. Un levits Kananija pār to bija tas virsnieks, un Šimejus, viņa brālis, tas otrais.
καὶ εἰσήνεγκαν ἐκεῖ τὰς ἀπαρχὰς καὶ τὰ ἐπιδέκατα ἐν πίστει καὶ ἐπ’ αὐτῶν ἐπιστάτης Χωνενιας ὁ Λευίτης καὶ Σεμεϊ ὁ ἀδελφὸς αὐτοῦ διαδεχόμενος
13 Bet Jeīels un Azazija un Nagats un Azaēls un Jerimots un Jozabats un Eliēls un Jezmaķija un Makats un Benaja bija par uzlūkiem apakš Kananijas un Šimejus, viņa brāļa, caur ķēniņa Hizkijas un Azarijas, Dieva nama virsnieka, pavēli.
καὶ Ιιηλ καὶ Οζαζιας καὶ Ναεθ καὶ Ασαηλ καὶ Ιεριμωθ καὶ Ιωζαβαθ καὶ Ελιηλ καὶ Σαμαχια καὶ Μααθ καὶ Βαναιας καὶ οἱ υἱοὶ αὐτοῦ καθεσταμένοι διὰ Χωνενιου καὶ Σεμεϊ τοῦ ἀδελφοῦ αὐτοῦ καθὼς προσέταξεν ὁ βασιλεὺς Εζεκιας καὶ Αζαριας ὁ ἡγούμενος οἴκου κυρίου
14 Un levits Korus, Jemnas dēls, tas vārtu sargs pret rītiem, bija iecelts pār tām dāvanām, ko Dievam deva no laba prāta, ka tam bija dot Tā Kunga cilājamo upuri un tās vissvētās dāvanas.
καὶ Κωρη ὁ τοῦ Ιεμνα ὁ Λευίτης ὁ πυλωρὸς κατὰ ἀνατολὰς ἐπὶ τῶν δομάτων δοῦναι τὰς ἀπαρχὰς κυρίῳ καὶ τὰ ἅγια τῶν ἁγίων
15 Un tam bija pie rokas Edens un Minjamins un Ješuūs un Šemaja un Amarija un Šehanija priesteru pilsētās, ar uzticību izdalīt saviem brāļiem pēc viņu kārtām, ir lielam, ir mazam;
διὰ χειρὸς Οδομ καὶ Βενιαμιν καὶ Ἰησοῦς καὶ Σεμεϊ καὶ Αμαριας καὶ Σεχονιας διὰ χειρὸς τῶν ἱερέων ἐν πίστει δοῦναι τοῖς ἀδελφοῖς αὐτῶν κατὰ τὰς ἐφημερίας κατὰ τὸν μέγαν καὶ τὸν μικρὸν
16 Arī tiem, kas vīriešu radu rakstos tapa skaitīti, trīs gadus un vairāk veci būdami, - no visiem, kas Tā Kunga namā gāja pie tās ikdienišķās kalpošanas, savā amata kalpošanā pēc savas kārtas,
ἐκτὸς τῆς ἐπιγονῆς τῶν ἀρσενικῶν ἀπὸ τριετοῦς καὶ ἐπάνω παντὶ τῷ εἰσπορευομένῳ εἰς οἶκον κυρίου εἰς λόγον ἡμερῶν εἰς ἡμέραν εἰς λειτουργίαν ἐφημερίαις διατάξεως αὐτῶν
17 Un arī tiem, kas priesteru un levitu radu rakstos tapa skaitīti pēc savu tēvu nama, kas divdesmit un vairāk gadus bija veci, pie viņu kalpošanas pēc savas kārtas,
οὗτος ὁ καταλοχισμὸς τῶν ἱερέων κατ’ οἴκους πατριῶν καὶ οἱ Λευῖται ἐν ταῖς ἐφημερίαις αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ἐν διατάξει
18 Arī tiem, kas radu rakstos tapa skaitīti ar saviem bērniem, sievām un dēliem un meitām visā draudzē, jo tie svētījās ar uzticību svētai kalpošanai.
ἐν καταλοχίαις ἐν πάσῃ ἐπιγονῇ υἱῶν αὐτῶν καὶ θυγατέρων αὐτῶν εἰς πᾶν τὸ πλῆθος ὅτι ἐν πίστει ἥγνισαν τὸ ἅγιον
19 Un Ārona bērniem, priesteriem, uz tīrumiem visu viņu pilsētu apgabalos bija vīri, ar vārdu noteikti, daļu dot visiem priesteriem un radurakstos ierakstītiem levitiem no vīriešu kārtas.
τοῖς υἱοῖς Ααρων τοῖς ἱερατεύουσιν καὶ οἱ ἀπὸ τῶν πόλεων αὐτῶν ἐν πάσῃ πόλει καὶ πόλει ἄνδρες οἳ ὠνομάσθησαν ἐν ὀνόματι δοῦναι μερίδα παντὶ ἀρσενικῷ ἐν τοῖς ἱερεῦσιν καὶ παντὶ καταριθμουμένῳ ἐν τοῖς Λευίταις
20 Un tā Hizkija darīja pa visu Jūdu, un darīja, kas bija labi un pareizi un tiesa Tā Kunga, viņa Dieva priekšā.
καὶ ἐποίησεν οὕτως Εζεκιας ἐν παντὶ Ιουδα καὶ ἐποίησεν τὸ καλὸν καὶ τὸ εὐθὲς ἐναντίον τοῦ κυρίου θεοῦ αὐτοῦ
21 Un visu darbu, ko viņš iesāka pie Dieva nama kalpošanas un pēc bauslības un likuma, savu Dievu meklēdams, to viņš darīja no visas sirds, un viņam labi izdevās.
καὶ ἐν παντὶ ἔργῳ ἐν ᾧ ἤρξατο ἐν ἐργασίᾳ ἐν οἴκῳ κυρίου καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προστάγμασιν ἐξεζήτησεν τὸν θεὸν αὐτοῦ ἐξ ὅλης ψυχῆς αὐτοῦ καὶ ἐποίησεν καὶ εὐοδώθη

< Otra Laiku 31 >