< Pirmā Laiku 22 >

1 Un Dāvids sacīja: šeitan būs būt Dieva Tā Kunga namam, un še būs būt dedzināmo upuru altārim priekš Israēla.
καὶ εἶπεν Δαυιδ οὗτός ἐστιν ὁ οἶκος κυρίου τοῦ θεοῦ καὶ τοῦτο τὸ θυσιαστήριον εἰς ὁλοκαύτωσιν τῷ Ισραηλ
2 Un Dāvids pavēlēja sapulcināt svešiniekus, kas bija Israēla zemē, un viņš saderēja akmeņu cirtējus, apcirst akmeņus Dieva nama būvei.
καὶ εἶπεν Δαυιδ συναγαγεῖν πάντας τοὺς προσηλύτους ἐν γῇ Ισραηλ καὶ κατέστησεν λατόμους λατομῆσαι λίθους ξυστοὺς τοῦ οἰκοδομῆσαι οἶκον τῷ θεῷ
3 Un Dāvids sakrāja daudz dzelzs priekš naglām pie vārtu durvīm un klamburiem un tik daudz vara, ka nebija sverams,
καὶ σίδηρον πολὺν εἰς τοὺς ἥλους τῶν θυρωμάτων καὶ τῶν πυλῶν καὶ τοὺς στροφεῖς ἡτοίμασεν Δαυιδ καὶ χαλκὸν εἰς πλῆθος οὐκ ἦν σταθμός
4 Un ciedru koku, ka nebija skaitāmi, jo Sidonieši un Tirieši veda ciedru kokus Dāvidam lielā pulkā.
καὶ ξύλα κέδρινα οὐκ ἦν ἀριθμός ὅτι ἐφέροσαν οἱ Σιδώνιοι καὶ οἱ Τύριοι ξύλα κέδρινα εἰς πλῆθος τῷ Δαυιδ
5 Un Dāvids sacīja: mans dēls Salamans ir jauns un mazs, un tam namam, kas Tam Kungam jātaisa būs jo lielam būt par slavu un godu visās zemēs, tāpēc es viņam sagādāšu krājumu. Tā Dāvids sakrāja lielu krājumu, pirms nomira.
καὶ εἶπεν Δαυιδ Σαλωμων ὁ υἱός μου παιδάριον ἁπαλόν καὶ ὁ οἶκος τοῦ οἰκοδομῆσαι τῷ κυρίῳ εἰς μεγαλωσύνην ἄνω εἰς ὄνομα καὶ εἰς δόξαν εἰς πᾶσαν τὴν γῆν ἑτοιμάσω αὐτῷ καὶ ἡτοίμασεν Δαυιδ εἰς πλῆθος ἔμπροσθεν τῆς τελευτῆς αὐτοῦ
6 Tad viņš aicināja savu dēlu Salamanu un tam pavēlēja namu celt Tam Kungam, Israēla Dievam.
καὶ ἐκάλεσεν Σαλωμων τὸν υἱὸν αὐτοῦ καὶ ἐνετείλατο αὐτῷ τοῦ οἰκοδομῆσαι τὸν οἶκον τῷ κυρίῳ θεῷ Ισραηλ
7 Un Dāvids sacīja uz Salamanu: mans dēls, man gan bija prātā, celt namu Tā Kunga, sava Dieva, vārdam.
καὶ εἶπεν Δαυιδ Σαλωμων τέκνον ἐμοὶ ἐγένετο ἐπὶ ψυχῇ τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου θεοῦ
8 Bet Tā Kunga vārds uz mani notika tā: tu esi izlējis daudz asinis, jo tu esi vedis lielus karus; tev nebūs manam vārdam celt namu, jo tu esi izlējis daudz asinis virs zemes manā priekšā.
καὶ ἐγένετο ἐπ’ ἐμοὶ λόγος κυρίου λέγων αἷμα εἰς πλῆθος ἐξέχεας καὶ πολέμους μεγάλους ἐποίησας οὐκ οἰκοδομήσεις οἶκον τῷ ὀνόματί μου ὅτι αἵματα πολλὰ ἐξέχεας ἐπὶ τῆς γῆς ἐναντίον μου
9 Redzi, tas dēls, kas tev dzims, būs miera vīrs, jo es viņam došu mieru no visiem viņa ienaidniekiem visapkārt, jo Salamans (miera vīrs) būs viņa vārds, un viņa laikā Israēlim es došu mieru un dusu.
ἰδοὺ υἱὸς τίκτεταί σοι οὗτος ἔσται ἀνὴρ ἀναπαύσεως καὶ ἀναπαύσω αὐτὸν ἀπὸ πάντων τῶν ἐχθρῶν κυκλόθεν ὅτι Σαλωμων ὄνομα αὐτῷ καὶ εἰρήνην καὶ ἡσυχίαν δώσω ἐπὶ Ισραηλ ἐν ταῖς ἡμέραις αὐτοῦ
10 Tas manam vārdam cels namu un tas man būs par dēlu, un es tam būšu par tēvu, un es apstiprināšu viņa valstības krēslu pār Israēli mūžīgi.
οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου καὶ οὗτος ἔσται μοι εἰς υἱὸν κἀγὼ αὐτῷ εἰς πατέρα καὶ ἀνορθώσω θρόνον βασιλείας αὐτοῦ ἐν Ισραηλ ἕως αἰῶνος
11 Nu tad, mans dēls, Tas Kungs būs ar tevi un tev labi izdosies, ka tu uzcel Tam Kungam, savam Dievam, namu, kā viņš par tevi runājis.
καὶ νῦν υἱέ μου ἔσται μετὰ σοῦ κύριος καὶ εὐοδώσει καὶ οἰκοδομήσεις οἶκον τῷ κυρίῳ θεῷ σου ὡς ἐλάλησεν περὶ σοῦ
12 Un Tas Kungs tev dos gudrību un saprašanu un tevi cels pār Israēli, turēt Tā Kunga, sava Dieva, bauslību.
ἀλλ’ ἢ δῴη σοι σοφίαν καὶ σύνεσιν κύριος καὶ κατισχύσαι σε ἐπὶ Ισραηλ καὶ τοῦ φυλάσσεσθαι καὶ τοῦ ποιεῖν τὸν νόμον κυρίου τοῦ θεοῦ σου
13 Tad tev labi izdosies, kad tu turēsi un darīsi tos likumus un tās tiesas, ko Tas Kungs Mozum pavēlējis priekš Israēla. Ņemies drošu sirdi, nebīsties un nebaiļojies.
τότε εὐοδώσει ἐὰν φυλάξῃς τοῦ ποιεῖν τὰ προστάγματα καὶ τὰ κρίματα ἃ ἐνετείλατο κύριος τῷ Μωυσῇ ἐπὶ Ισραηλ ἀνδρίζου καὶ ἴσχυε μὴ φοβοῦ μηδὲ πτοηθῇς
14 Un redzi, es esmu rūpējies un sakrājis priekš Tā Kunga nama simt tūkstoš talentus zelta un tūkstoš reiz tūkstoš talentus sudraba, un varu un dzelzi bez svara, jo tā ir ļoti daudz; ir kokus un akmeņus es esmu sakrājis; tu vari vēl gādāt klāt.
καὶ ἰδοὺ ἐγὼ κατὰ τὴν πτωχείαν μου ἡτοίμασα εἰς οἶκον κυρίου χρυσίου ταλάντων ἑκατὸν χιλιάδας καὶ ἀργυρίου ταλάντων χιλίας χιλιάδας καὶ χαλκὸν καὶ σίδηρον οὗ οὐκ ἔστιν σταθμός ὅτι εἰς πλῆθός ἐστιν καὶ ξύλα καὶ λίθους ἡτοίμασα καὶ πρὸς ταῦτα πρόσθες
15 Tev arī ir pulks strādnieku, akmeņu cirtēju un amatnieku pie akmeņiem un kokiem un ļaudis, mācīti uz visādu darbu.
καὶ μετὰ σοῦ εἰς πλῆθος ποιούντων ἔργα τεχνῖται καὶ οἰκοδόμοι λίθων καὶ τέκτονες ξύλων καὶ πᾶς σοφὸς ἐν παντὶ ἔργῳ
16 Zelta, sudraba un vara un dzelzs ir neizskaitāms pulks. Celies un taisi, un lai Tas Kungs ir ar tevi.
ἐν χρυσίῳ ἐν ἀργυρίῳ ἐν χαλκῷ καὶ ἐν σιδήρῳ οὐκ ἔστιν ἀριθμός ἀνάστηθι καὶ ποίει καὶ κύριος μετὰ σοῦ
17 Un Dāvids pavēlēja visiem Israēla virsniekiem, palīdzēt viņa dēlam Salamanam:
καὶ ἐνετείλατο Δαυιδ τοῖς πᾶσιν ἄρχουσιν Ισραηλ ἀντιλαβέσθαι τῷ Σαλωμων υἱῷ αὐτοῦ
18 Vai Tas Kungs, jūsu Dievs, nav ar jums, un jums nav devis mieru visapkārt? Jo viņš tās zemes iedzīvotājus ir devis manā rokā, un šī zeme ir pārvarēta Tā Kunga un viņa ļaužu priekšā.
οὐχὶ κύριος μεθ’ ὑμῶν καὶ ἀνέπαυσεν ὑμᾶς κυκλόθεν ὅτι ἔδωκεν ἐν χερσὶν τοὺς κατοικοῦντας τὴν γῆν καὶ ὑπετάγη ἡ γῆ ἐναντίον κυρίου καὶ ἐναντίον λαοῦ αὐτοῦ
19 Tad nu dzenaties ar savu sirdi un ar savu dvēseli meklēt To Kungu, savu Dievu, un ceļaties un uztaisiet Dieva, Tā Kunga, svēto vietu, ka Tā Kunga derības šķirstu un svētos Dieva traukus var ienest šai namā, kas taps uztaisīts Tā Kunga vārdam.
νῦν δότε καρδίας ὑμῶν καὶ ψυχὰς ὑμῶν τοῦ ζητῆσαι τῷ κυρίῳ θεῷ ὑμῶν καὶ ἐγέρθητε καὶ οἰκοδομήσατε ἁγίασμα κυρίῳ τῷ θεῷ ὑμῶν τοῦ εἰσενέγκαι τὴν κιβωτὸν διαθήκης κυρίου καὶ σκεύη τὰ ἅγια τοῦ θεοῦ εἰς οἶκον τὸν οἰκοδομούμενον τῷ ὀνόματι κυρίου

< Pirmā Laiku 22 >