< Mareka 7 >
1 Vafalisi ni vamwi vavañoli vavali kukazwila kwa Jerusalema nivakuungana kumuzimbuluka.
Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων·
2 Mi vavavoni kuti vamwi vavarutiwa vavali zilyo ni mayanza enekwe, awo, asasambite.
καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ ὅτι κοιναῖς χερσίν, τοῦτ᾽ ἔστιν ἀνίπτοις, ἐσθίουσιν τοὺς ἄρτους,
3 (Mukuti vafalisi ni vonse maJuda kavali mbwita havasamba kumayanza avo; mukuti vechilile chizo chavakulwana.
(οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων,
4 Cwale vafalisi havakazwa kuchivaka chamusika, kavali mbwita havasamba. Imi kwina milao mingi ivechilila chentokomelo, kukopanya ni kusambisa inkomoki, impoto, ni kahambwe ke nsipi i venya, mi mane nanga ni zikalo zivaliila.)
καὶ ἀπ᾽ ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται, οὐκ ἐσθίουσιν. καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων καὶ κλινῶν·)
5 Mafalisi ni vañoli ni vavuuza Jesu, “Chinzi varutiwa vako havasayi ka chizo cha Vakulwana, mukuti vavaali zilyo ni mayanza asasambite?”
καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, Διὰ τί οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον;
6 Kono nati kuvali, “Isaya avaporofiti neenza kuamana nanwe valihele, ava ñoli, 'Ava vantu bani kuteka chamiromo yavo, kono inkulo zavo zinakule naame.
ὁ δὲ εἶπεν αὐτοῖς [ὅτι] Καλῶς ἐπροφήτευσεν Ἡσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται, Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾽ ἐμοῦ·
7 Kuteemba kusena intuso kuvaniha, kuruta milao yavantu kuva intuto yavo.'
μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων.
8 Musiya intaero zaIreeza muya chamikwa ya chizo chavantu.”
ἀφέντες τὴν ἐντολὴν τοῦ θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, [βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων, καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.]
9 Mi a va co kuvali, “Mwizi neenza kukana intaero yaIreza kuti mukuteke chizo chenu!
καὶ ἔλεγεν αὐτοῖς, Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε.
10 Mi Mushe nati, 'Ukuteke iso ni nyoko', ni, 'Iye yowamba vuvi kuvesi kamba vanyina luli kafwe.'
Μωυσῆς γὰρ εἶπεν, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου· καὶ Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω·
11 Kono inwe muti, 'Heba muntu uwambila vesi ni vanyina, “Cinzi ni chinzi intuso zimuvavatambuli kwangu Inkoombani,” (nji kuta kuti, 'Kuva hewa Ireeza')-
ὑμεῖς δὲ λέγετε, Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, Κορβᾶν, (ὅ ἐστιν Δῶρον, ) ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,
12 linu kosiwoli kumuzuminina kutenda chimwi kuvesi ni vanyina.
οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ ἢ τῇ μητρί,
13 Mu kwete ku panga mulao wa Ireeza kuvula intuso chachizo chenu chimu vatambiki hansi. Ni zingi zintu ziswana zimucita.”
ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
14 Cha sumpa chinavuungi hape ni kuwamba kuvali, “Muteke kwangu, muvonse, ni kuzuwisisa.
καὶ προσκαλεσάμενος πάλιν τὸν ὄχλον ἔλεγεν αὐτοῖς, Ἀκούσατέ μου πάντες καὶ σύνετε.
15 Kakwina chizwa hanze yomuntu icho cimusihisa hachinjila mwali. Nji chizwa hanze yomuntu icho chimusihisa.”
οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτόν, ὃ δύναται αὐτὸν κοινῶσαι· ἀλλὰ τὰ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενα, [ἐκεῖνά] ἐστιν τὰ κοι νοῦντα τὸν ἄνθρωπον.
16 (Wina matwi aku zuwa a zuwe).
[εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω.]
17 Haho Jesu hasiya chinavuungi ni kwinjila munzubo, varutwana vakwe chivamuvuza kuamana ninguli.
Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τὴν παραβολήν.
18 Jesu nati, “Nenwe lyaho kamuzuwisisi? Kamuvoni kuti chonse chinjila kumuntu kuzwa hanze kachiwoli kumusihisa,
καὶ λέγει αὐτοῖς, Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι;
19 kakuti kachiwoli kwinjila munkulo, kono chiya mwivumo ni kukachizwisikiza mukalimba-limba?” Chowu muwambiro Jesu avapangi zilyo zonse chokujolola.
ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ᾽ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, καθαρίζων πάντα τὰ βρώματα.
20 Chati, “Nji chizwa hanse yomuntu njichimusilafaza. Kakuli chizwa kumuntu,
ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον.
21 kuzwa mu nkulo, kuzwa mumihupulo mivi, vusaangu, vusa, kwihaya,
ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, πορνεῖαι, κλοπαί, φόνοι,
22 vushyahi, kunuungwa, lunya, muna, mapa, kuchengelela, vuikuhumuso, vuholo,
μοιχεῖαι, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη.
23 zonse izi zivilala zizwilila mukati, mi nji zisihisa muuntu.”
πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.
24 Chavuuka kuzwa aho ni kuyenda ku chikiliti chaTire ni Sidoni. Cheza munzubo mi kanavali kusaka kuti muntu zumwi ezive kuti kwa veena, kono kana avali kuwoleka ku patwa.
Καὶ ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ ὅρια Τύρου καὶ Σιδῶνος. καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν.
25 Kono hohwaho mukulwakazi, inyina wa mwana kazana yavena luhuho lusajololi, chazuwa kuamana naye, cheza, ni kuwila hansi hamatende akwe.
ἀλλ᾽ εὐθὺς ἀκούσασα γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ·
26 Cwale mwanakazi avali Mugerike, waluzuvo lwa Zirofenia. Namukumbila kuhindika idimona ku mwana'kwe wa mukazana.
ἡ γυνὴ δὲ ἦν Ἑλληνίς, Σύρα Φοινίκισσα τῷ γένει, καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς.
27 Nati kwali, “Musiye bahwile pili baleliwe. Sina hakusashiyeme kuhinda zilyo zabahwile nikuzi sohela vambwa.”
καὶ ἔλεγεν αὐτῇ, Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γάρ ἐστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ τοῖς κυναρίοις βαλεῖν.
28 Kono cha mwitava nikuta kwali, “Eee, Simwine, nanga vambwa mwi konde lye ntafule valya tufwafwali twavahwile.”
ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, Ναὶ κύριε· καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων.
29 Nati kwali, “Kakuli wawamba buti, ulukuluhite kuyenda. Idimona chilyaazwa kumwanako”.
καὶ εἶπεν αὐτῇ, Διὰ τοῦτον τὸν λόγον ὕπαγε· ἐξελήλυθεν τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.
30 Chabola ku nzubo yakwe ni kukawana muhwile ulele hamumbeta, mi idimona livayendi.
καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός.
31 Cwale chayenda hape kuzwa muchikiliti chaTire, nikuyenda cha Sidoni kuya kwiwate lyaGalileya konji kuchililiti cha Dekapolisi.
Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου ἦλθεν διὰ Σιδῶνος εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως.
32 Ni chivaleta kwali zumwi yavafwile matwi ni bukavo kukuwamba, ni va mukumbila kubika iyanzahali.
καὶ φέρουσιν αὐτῷ κωφὸν καὶ μογγιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα.
33 Chamuhindila kumbali kuzwa munavuungi cha kuliuungula, mi chavika minwe yakwe mumatwi akwe, mi hamana kuswa, nakwata lulimi lwakwe.
καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾽ ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ,
34 Avaloli kwiwulu, hatuliza muhuza nikucho kwali, “Efafata” njikuti, “Yaluke!”
καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ, Ἐφφαθά, ὅ ἐστιν Διανοίχθητι.
35 Mi haho kuzuwa kwakwe chikwe yaluka, mi chiva kwete lulimi lwakwe chiva shiywa mi chava kuwamba sinte.
καὶ ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς.
36 Mi avava laeli kuti kanji vawambili muntu. Kono mwavali kuva laelelela, muvavali kuliwambila mane ni kuhita.
καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ λέγωσιν· ὅσον δὲ αὐτοῖς διεστέλλετο, αὐτοὶ μᾶλλον περισσότερον ἐκήρυσσον.
37 Vava komokiswa ahulu, ni vati, “Ava pangi zintu zonse siinte. Uwola nanga vasinkite matwi kuti vazuwe ni zimumu ku wamba.”
καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες, Καλῶς πάντα πεποίηκεν· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ ἀλάλους λαλεῖν.