< Johani 18 >

1 Jesu hamana ku wamba aa manzwi, ni cha yenda ni valutwani mwi shilya lya musindi wa Kedroni, mu vena luwa u mo iye ni valutwani vakwe mu va ve njili.
Ταῦτα εἰπὼν Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάῤῥου τοῦ Κέδρων, ὅπου ἦν κῆπος εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
2 Linu Judasi, ya vati a muveteke, a vezi chi vaka, kakuti Jesu avali ku yanga mwateni inako ni inako ni valutwani vakwe.
ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον· ὅτι πολλάκις συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.
3 Linu Judasi, cha ku tambula chi kwata cha valwi ve inkondo ku zwilila ku va ku lwana va mapurisita ni ku Mafarisi, ni va sepahala, chi vakeza ni malambi ni matachi ni zilwiso.
ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν Φαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.
4 Linu Jesu, ya vezi zintu zonse zi vali ku pangahala kwali, cha zwila havusu mi ni ku vavuza, “Njeni imu kaya vugana?”
Ἰησοῦς δὲ εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾽ αὐτὸν ἐξῆλθεν καὶ λέγει αὐτοῖς, Τίνα ζητεῖτε;
5 Chiva mwi tava, “Jesu wa Nazareta.” Jesu cha wamba ku vali, “Njeme.” Judasi, ya va muveteki, naye vulyo ava zimene ni valwi ve inkondo.
Ἀπεκρίθησαν αὐτῷ, Ἰησοῦν τὸν Ναζωραῖον. Λέγει αὐτοῖς, Ἐγώ εἰμι. Εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ᾽ αὐτῶν.
6 Mi ha wamba ku vali, “Njime,” chi va vola ni ku ka wila hansi.
ὡς οὖν εἶπεν αὐτοῖς, Ἐγώ εἰμι, ἀπῆλθαν εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί.
7 Linu hape cha va vuza, “Njeni imuka vugana?” Hape chi vati,” Jesu wa Nazareta.”
πάλιν οὖν ἐπηρώτησεν αὐτούς, Τίνα ζητεῖτε; Οἱ δὲ εἶπον, Ἰησοῦν τὸν Ναζωραῖον.
8 Jesu che tava, “Na mi wambila kuti Njeme. Haiva muka vugana ime, mu va siye ava vayende.”
Ἀπεκρίθη Ἰησοῦς, Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι. εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·
9 Ichi ivali mukulukela kwi zuzilikizwa linzwi lyava wambi: “Kwavo vo va nihi, Ka kwina nanga yenke ini va tondi.”
ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.
10 Linu Simoni Pitolosi, ya vena mukwale, chi ku chomona ni kulenga ku kosola kutwi kwa chilyo kwa muhikana wa muprisita yo hanzi. Linu izina lya muhikana ivali nji Malko.
Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτήν, καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον, καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν. ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.
11 Jesu chati kwa Pitolosi, “Voze mukwale mu chivikilo chawo. Kana kete chi Ni ywa ikomoki iyo Itayo ya vanihi?”
εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ, Βάλε τὴν μάχαιραν εἰς τὴν θήκην. τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό;
12 Mi chikwata cha valwi ve nkondo ni mu kulwana, ni va sepahali va Majunda, ni chi va kwata Jesu ni ku musumina.
Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτόν,
13 Chi va musoteza itanzi kwa Anna, kakuti ivali mukwenyani wa mukwame wa Kayafa, ya vali mupurisita yo hanzi mwe cho chilimo.
καὶ ἤγαγον πρὸς Ἄνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου.
14 Linu Kayafa nji yena yava hi inkelezo ku Majuda kuti ku vena nenza kuti muntu yenke a fwile vantu.
ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ.
15 Simoni Pitolosi che chilila Jesu, mi mwa va tendele ni zumwi mulutwana. Linu mulutwani uzo ave zivahele ku mupurisita yo hanzi, mi che njila ni Jesu mwi lapa lya mupurisita yo hanzi;
ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ [ὁ] ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως.
16 kono Pitolosi ava zimene ha mulyango hanze. Mi zumwi mulutwana, ya ve zivahele ku mupurisita yo hanzi, chi kuya hanze ku ka wamba ni muganteli wa mwanakazana ni ku leta Pitolosi mukati.
Ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ὁ γνωστὸς τοῦ ἀρχιερέως, καὶ εἶπεν τῇ θυρωρῷ, καὶ εἰσήγαγεν τὸν Πέτρον.
17 Linu muhikana wa mwanakazana, muganteli, chati kwa Pitolosi, “Ka njewe zumwi wa valutwani vo zu muntu?” Chati, “Ka njeme.”
λέγει οὖν τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; Λέγει ἐκεῖνος, Οὐκ εἰμί.
18 Linu vahikana ni vasepahali va vazimene aho, mi ni va tenda mulilo wa makala, kakuti ku vali ku tontola, mi avo vene ni vali tukutisa. Pitolosi naye vulyo a vena navo, ava zimene aho na li tukutisa.
Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιη κότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ καὶ ὁ Πέτρος μετ᾽ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος.
19 Mu purisita yo hanzi cha vuza Jesu ku amana ni valutwani vakwe ni intuto zakwe.
ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ, καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.
20 Jesu cha mwi tava, “Ni va wambi he nkanza ku inkanda. Ni vali ku luta inako yonse mu masinagoge ni mwi tempele umo Majuda vonse va vali kwiza ha mwina. Ka kwina chi Ni wambi mu nkunutu.
ἀπεκρίθη αὐτῷ Ἰησοῦς, Ἐγὼ παῤῥησίᾳ λελάληκα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.
21 Chizi ho ni vuza? U vuze avo va va ni zuwi zi ni va wambi. Lole avo vantu vezi zi Ni va wambi.”
τί με ἐρωτᾷς; ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.
22 Linu Jesu ha wamba ichi, zumwi uva sepahala ava zimene aho chi kudama Jesu infaindi ni kuti, “Mu wi tavila mupurisita yo hanzi vulyo?
Ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών, Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;
23 Jesu cha mwi tava, “Haiva na wamba chi fosahele, he vupaki vu amana ni ku fosahala, kono haiva ku shieme, chizi ho ni kava?”
ἀπεκρίθη αὐτῷ Ἰησοῦς, Εἰ κακῶς ἐλάλησα μαρτύρησον περὶ τοῦ κακοῦ, εἰ δὲ καλῶς, τί με δέρεις;
24 Linu Anna cha mutumina na suminwe kwa Kaefasi mupurisita yo hanzi.
Ἀπέστειλεν [οὖν] αὐτὸν ὁ Ἄννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.
25 Linu Simoni Pitolosi ya va zimene ni ku li tukutisa. Vantu linu chi vati kwali, “Kahena kuti u zumwi wa valutwani vakwe?” Cha kanana ni kuti, “Ka njeme.”
ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος· εἶπον οὖν αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν, Οὐκ εἰμί.
26 Zumwi wa vahikana va mupurisita yo hanzi, ya vali mukwakwe wa mukwame sikutwi Pitolosi kwa va kosoli, chati, “Kana ni va ku voni naye mwiwa?”
λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον, Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ᾽ αὐτοῦ;
27 Pitolosi linu cha kanana hape, mi hahovulyo mukombwe chi wa lila.
πάλιν οὖν ἠρνήσατο Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
28 Linu chi va soteza Jesu ku zwa kwa Kaefasi ku ya kwi maofesi makando a muvuso. Ivali ka kakusani ahulu, mi kana va venjili mwi lapa lya muvusisi ili kuti kanzi vali zuzi ikwe kono valye mukiti we Impaseka.
Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον. ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν ἀλλὰ φάγωσιν τὸ πάσχα.
29 Linu Pilato cha zwila hanze ku vali mi chati, “Ku nyasa nzi ku mu leta ku amana no zu muntu?”
ἐξῆλθεν οὖν ὁ Πιλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ φησίν, Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;
30 Chi vetava ni kuti kwali, “Haiva uzu muntu kana mutendi wa chivi, ni tusana tuva muleti kwako.”
ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, Εἰ μὴ ἦν οὗτος κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.
31 Pilato linu chati ku vali, “Mu muhinde muvene, mi mu ka muatule cha kuya cha mulao wenu.” Majuda chi va wamba kwali, “Kana ka ku zu mi ninwe kwetu ku vika muntu yense mwifu.”
εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος, Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπον αὐτῷ οἱ Ἰουδαῖοι, Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα·
32 Va va wambi izi ili kuti linzwi lya Jesu li zu zilikizwe lya va wambi ku tondeza mufuta we ifu lyesa nafwe.
ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν.
33 Linu Pilato che njila mu maofesi makando a muvuso chi ku supa Jesu mi chati kwali, “Kana njewe Simwine wa Majuda?”
Εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον ὁ Πιλᾶτος, καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;
34 Jesu che tava, “U wamba cha ku zwilila mwako, kapa cha vamwi va vaku wambili ku amana name?”
Ἀπεκρίθη Ἰησοῦς, Ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ;
35 Pilato che tava, “Ka hena ni Mujuda, Njime? Vantu vako ni mapurisita va kando va va kuhi kwa ngu. U va chiti nzi?”
ἀπεκρίθη ὁ Πιλᾶτος, Μή τι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας;
36 Jesu che tava, “Muvuso wangu ka hena weyi inkanda. Kamba muvuso wangu uvali we neku lye inu inkanda, linu vahikana vangu ni valwa ili kuti kanzi ni hewa ku Majuda. Kono hanu muvuso wangu ka wuzwi munu”
ἀπεκρίθη Ἰησοῦς, Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἂν ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.
37 Pilato linu chati kwali, “Linu njewe simwine?” Jesu che tava, “U wamba kuti Njeme simwine. Lyeli nji ivaka li Ni va pepelwa, mi cheli ivaka li ni vezili mwi inkanda kuti ni vike vupaki cha vuniti. Yese yo wila ku vuniti utekeleza ku linzwi lyangu.”
εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος, Οὐκοῦν βασιλεὺς εἶ σύ; Ἀπεκρίθη ὁ Ἰησοῦς, Σὺ λέγεις ὅτι βασιλεύς εἰμι. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς.
38 Pilato chati kwali, Vuniti chi? Ha mana ku wamba izi, cha yenda hanze hape ku Majuda mi chati ku vali, kana na wana mulandu mo zu muntu.
λέγει αὐτῷ ὁ Πιλᾶτος, Τί ἐστιν ἀλήθεια; καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς, Ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
39 Kono mwina chizo cha kuti ni lukulule muntu yenke kwenu ha mukiti we Impaseka. Linu musaka kuti ni mi lukulwile Simwine wa Majuda?”
ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα· βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;
40 Linu chiva huweleza hape chi vati, “Isiñi uzu muntu, kono Banabasi.” Linu Banabasi ivali musa mukando.”
ἐκραύγασαν οὖν πάλιν πάντες λέγοντες, Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν· ἦν δὲ ὁ Βαραββᾶς λῃστής.

< Johani 18 >