< 1 Va Korinte 3 >

1 Mi ime, vakwanugu, kana ni va kuwola kuwamba kwenu uva vantu vo luhuho, kono uvu vantu ve nyama uvu muchiche mwa Kreste.
Καὶ ἐγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ᾽ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ.
2 Niva milele cha muzilili isiñi che nyama, kana muva litukiseze inyama. Mi, ni heva hanu, ka mulitukiseze.
Γάλα ὑμᾶς ἐπότισα, καὶ οὐ βρῶμα· οὔπω γὰρ ἐδύνασθε, ἀλλ᾽ οὔτε ἔτι νῦν δύνασθε·
3 Mi musina mwi nyama, mi kwina ifufa niku sazumi nzana ku sina mukati kenu, kamu hali che nyama, mi ka muyendi cha mazimo avuntu.
ἔτι γὰρ σαρκικοί ἐστε· ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;
4 Mi zumwi hawamba, ni chilila Paulusi, zumwi uti ni chilila Apolosi, kamuhali uvu vantu na?
Ὅταν γὰρ λέγῃ τις, Ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δέ, Ἐγὼ Ἀπολλώ, οὐχὶ σαρκικοί ἐστε;
5 Njeni Apolosi linu, mi Paulusi njeni? Vahikana avo vamu va kuzumina, avo vava hewa musevezi kwa Simwine.
Τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλώς, ἀλλ᾽ ἢ διάκονοι δι᾽ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν;
6 Niva vwali, Apolosi ave tilele, kono Ireeza ava ku kuzi.
Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ᾽ ὁ Θεὸς ηὔξανεν.
7 Mi linu, yo vwala ni yowi tilele kakwina. Kono nji Ireeza yokuza.
Ὥστε οὔτε ὁ φυτεύων ἐστί τι, οὔτε ὁ ποτίζων, ἀλλ᾽ ὁ αὐξάνων Θεός.
8 Hanu, uvwala ni yowitilela umwina. Mi zumwi ni zumwi kalihiwe cha musevezi wakwe.
Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν· ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.
9 Tuva veleki ba Ireeza, mwiwa lye Ireeza, muzako wa Ireeza.
Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.
10 Kuya ka chishemo che Ireeza chi va hewa kwangu che ntuto ya kwi ziva kuzaka, ni va vatangi intungo mi zumwi u zaka hateni.
Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ. Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ.
11 Linu mutokomele zumwi ni zumwi atokomele mwate azakile hateni. Kokuti kakwina yo ola kutunga intungo kunde yo zuna ya va itangi, nji Jesu Kreste.
Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.
12 Ha hanu, haiva zumwi na zaka hentungo che gauda, silivera, cha mavwe a sepahala, zisamu, zilyo ze ñombe, kapa lyani,
Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην,
13 musevezi wakwe ka u putululwe, mwete ni kupatulwe mwi nako ya mulilo. Mulilo kaulike musevezi wava tendi zumwi ni zumwi.
ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει.
14 Haiva misevezi ya zumwi ni zumwi ni izi mana, mwa tambule inkavelo;
Εἴ τινος τὸ ἔργον μένει ὃ ἐποικοδόμησε, μισθὸν λήψεται.
15 kono haiva musevezi wa zumwi ni zumwi ni uhiswa, mwa nyande, kono iye mwine mwa puluswe, cha ku vanduka ku mulilo.
Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός.
16 Kana mwizi kuti mwi tempele ya Ireeza ni kuti Luhuho lwe Ireeza luhala mwenu.
Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;
17 Haiva zumwi na haya itempele ye Ireeza, Ireeza mwe haye zuna muntu. Imi itempele ye Ireeza i jolola, mumu ikalile nanwe.
Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
18 Kanzi kuvi niyo lichenga mwine. Haiva zumwi mukati kenu uhupula kuti wina vutali mwe inu' nako, mu mu siye ave “cihole” mukuti ave yo talifite. (aiōn g165)
Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. (aiōn g165)
19 Mokuti vutali vwe inu ikanda kwa Ireeza vuholo. Mi ku ñoletwe, “U wonda vatalifite muvu vilala vwavo.”
Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. Γέγραπται γάρ, Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν.
20 Mi hape, “Ireeza wizi kuti mi hupulelo ya vatali kakwina.”
Καὶ πάλιν, Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι.
21 Linu ka kusina kulitemba cha vantu! Kakuti zintu zonse nji zenu,
Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν,
22 kapa Paulusi, kapa Apolosi, Kefesi, kapa inkanda, kapa vuhalo, kapa ifu, kapa zintu zina kwateni, kapa zintu zi sike zite. Zintu zonse nji zenu,
εἴτε Παῦλος, εἴτε Ἀπολλώς, εἴτε Κηφᾶς, εἴτε κόσμος, εἴτε ζωή, εἴτε θάνατος, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα· πάντα ὑμῶν ἐστιν,
23 mi muva Kreste mi Kreste we Ireeza.
ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.

< 1 Va Korinte 3 >