< 스가랴 13 >

1 그 날에 죄와 더러움을 씻는 샘이 다윗의 족속과 예루살렘 거민을 위하여 열리리라
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος διανοιγόμενος ἐν τῷ οἴκῳ Δαυιδ
2 만군의 여호와가 말하노라 그 날에 내가 못하게 할 것이며 거짓선지자와 더러운 사귀를 이 땅에서 떠나게 할 것이라
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει κύριος ἐξολεθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς καὶ οὐκέτι ἔσται αὐτῶν μνεία καὶ τοὺς ψευδοπροφήτας καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς
3 사람이 오히려 예언할 것 같으면 그 낳은 부모가 그에게 이르기를 네가 여호와의 이름을 빙자하여 거짓말을 하니 살지 못하리라 하고 낳은 부모가 그 예언할 때에 칼로 찌르리라
καὶ ἔσται ἐὰν προφητεύσῃ ἄνθρωπος ἔτι καὶ ἐρεῖ πρὸς αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτόν οὐ ζήσῃ ὅτι ψευδῆ ἐλάλησας ἐπ’ ὀνόματι κυρίου καὶ συμποδιοῦσιν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προφητεύειν αὐτόν
4 그 날에 선지자들이 예언할 때에 그 이상을 각기 부끄러워할 것이며
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταισχυνθήσονται οἱ προφῆται ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ ἐν τῷ προφητεύειν αὐτόν καὶ ἐνδύσονται δέρριν τριχίνην ἀνθ’ ὧν ἐψεύσαντο
5 말하기를 나는 선지자가 아니요 나는 농부라 내가 어려서부터 사람의 종이 되었노라 할 것이요
καὶ ἐρεῖ οὔκ εἰμι προφήτης ἐγώ διότι ἄνθρωπος ἐργαζόμενος τὴν γῆν ἐγώ εἰμι ὅτι ἄνθρωπος ἐγέννησέν με ἐκ νεότητός μου
6 혹이 그에게 묻기를 네 두팔 사이에 상처는 어찜이냐 하면 대답하기를 이는 나의 친구의 집에서 받은 상처라 하리라
καὶ ἐρῶ πρὸς αὐτόν τί αἱ πληγαὶ αὗται ἀνὰ μέσον τῶν χειρῶν σου καὶ ἐρεῖ ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου
7 만군의 여호와가 말하노라 칼아 깨어서 내 목자, 내 짝된 자를 치라 목자를 치면 양이 흩어지려니와 작은 자들 위에는 내가 내 손을 드리우리라
ῥομφαία ἐξεγέρθητι ἐπὶ τοὺς ποιμένας μου καὶ ἐπ’ ἄνδρα πολίτην μου λέγει κύριος παντοκράτωρ πατάξατε τοὺς ποιμένας καὶ ἐκσπάσατε τὰ πρόβατα καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας
8 여호와가 말하노라 이 온 땅에서 삼분지 이는 멸절하고 삼분지 일은 거기 남으리니
καὶ ἔσται ἐν πάσῃ τῇ γῇ λέγει κύριος τὰ δύο μέρη ἐξολεθρευθήσεται καὶ ἐκλείψει τὸ δὲ τρίτον ὑπολειφθήσεται ἐν αὐτῇ
9 내가 그 삼분지 일을 불 가운데 던져 은같이 연단하며 금 같이 시험할 것이라 그들이 내 이름을 부르리니 내가 들을 것이며 나는 말하기를 이는 내 백성이라 할 것이요 그들은 말하기를 여호와는 내 하나님이시라 하리라
καὶ διάξω τὸ τρίτον διὰ πυρὸς καὶ πυρώσω αὐτούς ὡς πυροῦται τὸ ἀργύριον καὶ δοκιμῶ αὐτούς ὡς δοκιμάζεται τὸ χρυσίον αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου κἀγὼ ἐπακούσομαι αὐτῷ καὶ ἐρῶ λαός μου οὗτός ἐστιν καὶ αὐτὸς ἐρεῖ κύριος ὁ θεός μου

< 스가랴 13 >