< 마태복음 15 >
1 그 때에 바리새인과 서기관들이 예루살렘으로부터 예수께 나아와 가로되
Τότε προσέρχονται τῷ ˚Ἰησοῦ ἀπὸ Ἱεροσολύμων, Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες,
2 `당신의 제자들이 어찌하여 장로들의 유전을 범하나이까 떡 먹을 때에 손을 씻지 아니하나이다'
“Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας ὅταν ἄρτον ἐσθίωσιν.”
3 대답하여 가라사대 너희는 어찌하여 너희 유전으로 하나님의 계명을 범하느뇨
Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ ˚Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;
4 하나님이 이르셨으되 네 부모를 공경하라 하시고 또 아비나 어미를 훼방하는 자는 반드시 죽으리라 하셨거늘
Ὁ γὰρ ˚Θεὸς ἐνετείλατο λέγων, ‘Τίμα τὸν πατέρα καὶ τὴν μητέρα’, καί, ‘Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω.’
5 너희는 가로되 누구든지 아비에게나 어미에게 말하기를 내가 드려 유익하게 할 것이 하나님께 드림이 되었다고 하기만 하면
Ὑμεῖς δὲ λέγετε, ‘Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, “Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς”,
6 그 부모를 공경할 것이 없다 하여 너희 유전으로 하나님의 말씀을 폐하는도다
οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ.’ Καὶ ἠκυρώσατε τὸν λόγον τοῦ ˚Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.
7 외식하는 자들아 이사야가 너희에게 대하여 잘 예언하였도다 일렀으되
Ὑποκριταί! Καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων,
8 이 백성이 입술로는 나를 존경하되 마음은 내게서 멀도다
‘Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπʼ ἐμοῦ.
9 사람의 계명으로 교훈을 삼아 가르치니 나를 헛되이 경배하는도다 하였느니라 하시고
Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.’”
Καὶ προσκαλεσάμενος τὸν ὄχλον, εἶπεν αὐτοῖς, “Ἀκούετε καὶ συνίετε!
11 입에 들어가는 것이 사람을 더럽게 하는 것이 아니라 입에서 나오는 그것이 사람을 더럽게 하는 것이니라
Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον.”
12 이에 제자들이 나아와 가로되 `바리새인들이 이 말씀을 듣고 걸림이 된 줄 아시나이까'
Τότε προσελθόντες οἱ μαθηταὶ λέγουσιν αὐτῷ, “Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν;”
13 예수께서 대답하여 가라사대 심은 것마다 내 천부께서 심으시지 않은 것은 뽑힐 것이니
Ὁ δὲ ἀποκριθεὶς εἶπεν, “Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται.
14 그냥 두어라 저희는 소경이 소경을 인도하는 자로다 만일 소경이 되어 소경을 인도하면 둘이 다 구덩이에 빠지리라 하신대
Ἄφετε αὐτούς· ὁδηγοί εἰσιν τυφλοί τυφλὸς, δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.”
15 베드로가 대답하여 가로되 `이 비유를 우리에게 설명하여 주옵소서'
Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, “Φράσον ἡμῖν τὴν παραβολήν.”
16 예수께서 가라사대 너희도 아직까지 깨달음이 없느냐?
Ὁ δὲ εἶπεν, “Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;
17 입으로 들어가는 모든 것은 배로 들어가서 뒤로 내어버려지는 줄을 알지 못하느냐
Οὔπω νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα, εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;
18 입에서 나오는 것들은 마음에서 나오나니 이것이야말로 사람을 더럽게 하느니라
Τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος, ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.
19 마음에서 나오는 것은 악한 생각과, 살인과, 간음과, 음란과, 도적질과, 거짓 증거와, 훼방이니
Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι.
20 이런 것들이 사람을 더럽게 하는 것이요 씻지 않은 손으로 먹는 것은 사람을 더럽게 하지 못하느니라
Ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν, οὐ κοινοῖ τὸν ἄνθρωπον.”
21 예수께서 거기서 나가사 두로와 시돈 지방으로 들어가시니
Καὶ ἐξελθὼν ἐκεῖθεν, ὁ ˚Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
22 가나안 여자 하나가 그 지경에서 나와서 소리질러 가로되 `주 다윗의 자손이여! 나를 불쌍히 여기소서 내 딸이 흉악히 귀신들렸나이다' 하되
Καὶ ἰδοὺ, γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα, ἔκραζεν λέγουσα, “Ἐλέησόν με, ˚Κύριε, Υἱὸς Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.”
23 예수는 한 말씀도 대답지 아니하시니 제자들이 와서 청하여 말하되 `그 여자가 우리 뒤에서 소리를 지르오니 보내소서'
Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες, οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες, “Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.”
24 예수께서 대답하여 가라사대 나는 이스라엘 집의 잃어버린 양 외에는 다른 데로 보내심을 받지 아니하였노라 하신대
Ὁ δὲ ἀποκριθεὶς εἶπεν, “Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.”
25 여자가 와서 예수께 절하며 가로되 `주여! 저를 도우소서'
Ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα, “˚Κύριε, βοήθει μοι!”
26 대답하여 가라사대 자녀의 떡을 취하여 개들에게 던짐이 마땅치 아니하니라
Ὁ δὲ ἀποκριθεὶς εἶπεν, “Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.”
27 여자가 가로되 `주여! 옳소이다마는 개들도 제 주인의 상에서 떨어지는 부스러기를 먹나이다' 하니
Ἡ δὲ εἶπεν, “Ναί, ˚Κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.”
28 이에 예수께서 대답하여 가라사대 여자야 네 믿음이 크도다! 네 소원대로 되리라! 하시니 그 시로부터 그의 딸이 나으니라
Τότε ἀποκριθεὶς ὁ ˚Ἰησοῦς εἶπεν αὐτῇ, “Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις.” Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
29 예수께서 거기서 떠나사 갈릴리 호숫가에 이르러 산에 올라가 거기 앉으시니
Καὶ μεταβὰς ἐκεῖθεν, ὁ ˚Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος, ἐκάθητο ἐκεῖ.
30 큰 무리가 절뚝발이와 불구자와 소경과 벙어리와 기타 여럿을 데리고 와서 예수의 발 앞에 두매 고쳐 주시니
Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ, ἔχοντες μεθʼ ἑαυτῶν χωλούς, κυλλούς, τυφλούς, κωφούς, καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐθεράπευσεν αὐτούς·
31 벙어리가 말하고 불구자가 건전하고 절뚝발이가 걸으며 소경이 보는 것을 무리가 보고 기이히 여겨 이스라엘의 하나님께 영광을 돌리니라
ὥστε τοὺς ὄχλους θαυμάσαι, βλέποντας κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, καὶ χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν ˚Θεὸν Ἰσραήλ.
32 예수께서 제자들을 불러 가라사대 내가 무리를 불쌍히 여기노라 저희가 나와 함께 있은지 이미 사흘이매 먹을 것이 없도다 길에서 기진할까 하여 굶겨 보내지 못하겠노라
Ὁ δὲ ˚Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν, “Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι, καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.”
33 제자들이 가로되 `광야에 있어 우리가 어디서 이런 무리의 배부를 만큼 떡을 얻으리이까?'
Καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί, “Πόθεν ἡμῖν ἐν ἐρημίᾳ, ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον;”
34 예수께서 가라사대 너희에게 떡이 몇 개나 있느냐? 가로되 `일곱 개와 작은 생선 두어 마리가 있나이다' 하거늘
Καὶ λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Πόσους ἄρτους ἔχετε;” Οἱ δὲ εἶπον, “Ἑπτά, καὶ ὀλίγα ἰχθύδια.”
35 예수께서 무리를 명하여 땅에 앉게 하시고
Καὶ παραγγείλας τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τὴν γῆν,
36 떡 일곱 개와 그 생선을 가지사 축사하시고 떼어 제자들에게 주시니 제자들이 무리에게 주매
ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, καὶ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
37 다 배불리 먹고 남은 조각을 일곱 광주리에 차게 거두었으며
Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, ἑπτὰ σπυρίδας πλήρεις.
38 먹은 자는 여자와 아이 외에 사천 명이었더라
Οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες, χωρὶς γυναικῶν καὶ παιδίων.
39 예수께서 무리를 흩어 보내시고 배에 오르사 마가단 지경에 가시니라
Καὶ ἀπολύσας τοὺς ὄχλους, ἐνέβη εἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγαδάν.