< 마태복음 14 >
1 그 때에 분봉왕 헤롯이 예수의 소문을 듣고
Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετράρχης τὴν ἀκοὴν ˚Ἰησοῦ,
2 그 신하들에게 이르되 `이는 세례 요한이라 저가 죽은 자 가운데서 살아 났으니 그러므로 이런 권능이 그 속에서 운동하는도다' 하더라
καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, “Οὗτός ἐστιν Ἰωάννης ὁ Βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.”
3 전에 헤롯이 그 동생 빌립의 아내 헤로디아의 일로 요한을 잡아 결박하여 옥에 가두었으니
Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην, ἔδησεν αὐτὸν καὶ ἐν φυλακῇ ἀπέθετο, διὰ Ἡρῳδιάδα, τὴν γυναῖκα Φιλίππου, τοῦ ἀδελφοῦ αὐτοῦ.
4 이는 요한이 헤롯에게 말하되 `당신이 그 여자를 취한 것이 옳지 않다' 하였음이라
Ἔλεγεν γὰρ αὐτῷ ὁ Ἰωάννης, “Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν.”
5 헤롯이 요한을 죽이려 하되 민중이 저를 선지자로 여기므로 민중을 두려워하더니
Καὶ θέλων αὐτὸν ἀποκτεῖναι, ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον.
6 마침 헤롯의 생일을 당하여 헤로디아의 딸이 연석 가운데서 춤을 추어 헤롯을 기쁘게 하니
Γενεσίοις δὲ γενομένοις τοῦ Ἡρῴδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ,
7 헤롯이 맹세로 `그에게 무엇이든지 달라는대로 주겠다' 허락하거늘
ὅθεν μεθʼ ὅρκου, ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται.
8 그가 제 어미의 시킴을 듣고 가로되 `세례 요한의 머리를 소반에 담아 여기서 내게 주소서' 하니
Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, “Δός μοι”, φησίν, “ὧδε ἐπὶ πίνακι, τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ.”
9 왕이 근심하나 자기의 맹세한 것과 그 함께 앉은 사람들을 인하여 주라 명하고
Καὶ ἐλυπήθη ὁ βασιλεὺς διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, ἐκέλευσεν δοθῆναι.
Καὶ πέμψας, ἀπεκεφάλισεν Ἰωάννην ἐν τῇ φυλακῇ.
11 그 머리를 소반에 담아다가 그 여아에게 주니 그가 제 어미에게 가져 가니라
Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι, καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς.
12 요한의 제자들이 와서 시체를 가져다가 장사하고 가서 예수께 고하니라
Καὶ προσελθόντες, οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ πτῶμα καὶ ἔθαψαν αὐτόν, καὶ ἐλθόντες, ἀπήγγειλαν τῷ ˚Ἰησοῦ.
13 예수께서 들으시고 배를 타고 떠나사 따로 빈 들에 가시니 무리가 듣고 여러 고을로부터 걸어서 좇아간지라
Ἀκούσας δὲ, ὁ ˚Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατʼ ἰδίαν. Καὶ ἀκούσαντες, οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.
14 예수께서 나오사 큰 무리를 보시고 불쌍히 여기사 그 중에 있는 병인을 고쳐 주시니라
Καὶ ἐξελθὼν, εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπʼ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν.
15 저녁이 되매 제자들이 나아와 가로되 `이곳은 빈 들이요 때도 이미 저물었으니 무리를 보내어 마을에 들어가 먹을 것을 사먹게 하소서'
Ὀψίας δὲ γενομένης, προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες, “Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας, ἀγοράσωσιν ἑαυτοῖς βρώματα.”
16 예수께서 가라사대 갈 것 없다 너희가 먹을 것을 주라
Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν. Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.”
17 제자들이 가로되 `여기 우리에게 있는 것은 떡 다섯 개와 물고기 두 마리 뿐이니이다'
Οἱ δὲ λέγουσιν αὐτῷ, “Οὐκ ἔχομεν ὧδε, εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.”
Ὁ δὲ εἶπεν, “Φέρετέ μοι ὧδε αὐτούς.”
19 무리를 명하여 잔디 위에 앉히시고 떡 다섯개와 물고기 두 마리를 가지사 하늘을 우러러 축사하시고 떡을 떼어 제자들에게 주시매 제자들이 무리에게 주니
Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου, καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν, εὐλόγησεν καὶ κλάσας, ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
20 다 배불리 먹고 남은 조각을 열 두 바구니에 차게 거두었으며
Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, δώδεκα κοφίνους πλήρεις.
21 먹은 사람은 여자와 아이 외에 오천 명이나 되었더라
Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι, χωρὶς γυναικῶν καὶ παιδίων.
22 예수께서 즉시 제자들을 재촉하사 자기가 무리를 보내는 동안에 배를 타고 앞서 건너편으로 가게 하시고
Καὶ εὐθέως ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.
23 무리를 보내신 후에 기도하러 따로 산에 올라가시다 저물매 거기 혼자 계시더니
Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατʼ ἰδίαν προσεύξασθαι. Ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ.
24 배가 이미 육지에서 수 리나 떠나서 바람이 거슬리므로 물결을 인하여 고난을 당하더라
Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.
25 밤 사경에 예수께서 바다 위로 걸어서 제자들에게 오시니
Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς, ἦλθεν πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν.
26 제자들이 그 바다 위로 걸어 오심을 보고 놀라 유령이라 하며 무서워하여 소리지르거늘
Οἱ δὲ μαθηταὶ ἰδόντες, αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα, ἐταράχθησαν λέγοντες, ὅτι “Φάντασμά ἐστιν”, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.
27 예수께서 즉시 일러 가라사대 안심하라 내니 두려워 말라!
Εὐθὺς δὲ ἐλάλησεν ὁ ˚Ἰησοῦς αὐτοῖς λέγων, “Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε.”
28 베드로가 대답하여 가로되 `주여 만일 주시어든 나를 명하사 물 위로 오라 하소서' 한대
Ἀποκριθεὶς δὲ αὐτῷ, ὁ Πέτρος εἶπεν, “˚Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα.”
29 오라! 하시니 베드로가 배에서 내려 물 위로 걸어서 예수께로 가되
Ὁ δὲ εἶπεν, “Ἐλθέ.” Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου, Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα καὶ ἦλθεν πρὸς τὸν ˚Ἰησοῦν.
30 바람을 보고 무서워 빠져 가는지라 소리질러 가로되 `주여 나를 구원하소서' 하니
Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν, ἐφοβήθη καὶ ἀρξάμενος καταποντίζεσθαι, ἔκραξεν λέγων, “˚Κύριε, σῶσόν με.”
31 예수께서 즉시 손을 내밀어 저를 붙잡으시며 가라사대 믿음이 적은 자여! 왜 의심하였느냐? 하시고
Εὐθέως δὲ ὁ ˚Ἰησοῦς ἐκτείνας τὴν χεῖρα, ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ, “Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;”
Καὶ ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος.
33 배에 있는 사람들이 예수께 절하며 가로되 `진실로 하나님의 아들이로소이다' 하더라
Οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες, “Ἀληθῶς ˚Θεοῦ Υἱὸς εἶ!”
Καὶ διαπεράσαντες, ἦλθον ἐπὶ τὴν γῆν εἰς Γεννησαρέτ.
35 그 곳 사람들이 예수신 줄을 알고 그 근방에 두루 통지하여 모든 병든 자를 예수께 데리고 와서
Καὶ ἐπιγνόντες αὐτὸν, οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας,
36 다만 예수의 옷가에라도 손을 대게 하시기를 간구하니 손을 대는 자는 다 나음을 얻으니라
καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.