< 마가복음 2 >
1 수일 후에 예수께서 다시 가버나움에 들어가시니 집에 계신 소문이 들린지라
Καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ διʼ ἡμερῶν, ἠκούσθη ὅτι ἐν οἴκῳ ἐστίν.
2 많은 사람이 모여서 문 앞에라도 용신할 수 없게 되었는데 예수께서 저희에게 도를 말씀하시더니
Καὶ συνήχθησαν πολλοὶ, ὥστε μηκέτι χωρεῖν, μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.
3 사람들이 한 중풍병자를 네 사람에게 메워 가지고 예수께로 올새
Καὶ ἔρχονται φέροντες πρὸς αὐτὸν παραλυτικὸν, αἰρόμενον ὑπὸ τεσσάρων.
4 무리를 인하여 예수께 데려갈 수 없으므로 그 계신 곳의 지붕을 뜯어 구멍을 내고 중풍병자의 누운 상을 달아내리니
Καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες, χαλῶσι τὸν κράβαττον ὅπου ὁ παραλυτικὸς κατέκειτο.
5 예수께서 저희의 믿음을 보시고 중풍환자에게 이르시되 `소자야 네 죄사함을 받았느니라' 하시니
Καὶ ἰδὼν ὁ ˚Ἰησοῦς τὴν πίστιν αὐτῶν, λέγει τῷ παραλυτικῷ, “Τέκνον, ἀφέωνται σου αἱ ἁμαρτίαι.”
6 어떤 서기관들이 거기 앉아서 마음에 의논하기를
Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ, καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν,
7 `이 사람이 어찌 이렇게 말하는가 참람하도다 오직 하나님 한 분외에는 누가 능히 죄를 사하겠느냐?'
“Τί οὗτος οὕτως λαλεῖ; Βλασφημεῖ! Τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς ὁ ˚Θεός;”
8 저희가 속으로 이렇게 의논하는 줄을 예수께서 곧 중심에 아시고 이르시되 `어찌하여 이것을 마음에 의논하느냐?
Καὶ εὐθὺς ἐπιγνοὺς ὁ ˚Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς, λέγει αὐτοῖς, “Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
9 중풍병자에게 네 죄 사함을 받았느니라 하는 말과 일어나 네 상을 가지고 걸어가라 하는 말이 어느 것이 쉽겠느냐?
Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ἀφέωνταί σοι αἱ ἁμαρτίαι’, ἢ εἰπεῖν, ‘Ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει’;
10 그러나 인자가 땅에서 죄를 사하는 권세가 있는 줄을 너희로 알게 하려 하노라' 하시고 중풍병자에게 말씀하시되
Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας”, (λέγει τῷ παραλυτικῷ),
11 `내가 네게 이르노니 일어나 네 상을 가지고 집으로 가라!' 하시니
“Σοὶ λέγω, ἔγειρε ἆρον τὸν κράβαττόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.”
12 그가 일어나 곧 상을 가지고 모든 사람 앞에서 나가거늘 저희가 다 놀라 영광을 하나님께 돌리며 가로되 `우리가 이런 일을 도무지 보지 못하였다' 하더라
Καὶ ἠγέρθη, καὶ εὐθὺς ἄρας τὸν κράβαττον, ἐξῆλθεν ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν ˚Θεὸν λέγοντας, ὅτι “Οὕτως οὐδέποτε εἴδομεν.”
13 예수께서 다시 바닷가에 나가시매 무리가 다 나아왔거늘 예수께서 저희를 가르치시니라
Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν, καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.
14 또 지나가시다가 알패오의 아들 레위가 세관에 앉아 있는것을 보시고 저에게 이르시되 `나를 좇으라!' 하시니 일어나 좇으니라
Καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, “Ἀκολούθει μοι.” Καὶ ἀναστὰς, ἠκολούθησεν αὐτῷ.
15 그의 집에 앉아 잡수실때에 많은 세리와 죄인들이 예수와 그 제자들과 함께 앉았으니 이는 저희가 많이 있어서 예수를 좇음이러라
Καὶ γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ ˚Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, ἦσαν γὰρ πολλοὶ, καὶ ἠκολούθουν αὐτῷ.
16 바리새인의 서기관들이 예수께서 죄인과 세리들과 함께 잡수시는 것을 보고 그 제자들에게 이르되 어찌하여 세리와 죄인들과 함께 먹는가
Καὶ οἱ γραμματεῖς τῶν Φαρισαίων, ἰδόντες ὅτι ἐσθίει μετὰ τῶν ἁμαρτωλῶν καὶ τῶν τελωνῶν, ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, ὅτι “Μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει;”
17 예수께서 들으시고 저희에게 이르시되 `건강한 자에게는 의원이 쓸데없고 병든 자에게라야 쓸데 있느니라 내가 의원을 부르러 온것이 아니요 죄인을 부르러 왔노라' 하시니라
Καὶ ἀκούσας, ὁ ˚Ἰησοῦς λέγει αὐτοῖς, “Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλʼ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς.”
18 요한의 제자들과 바리새인들이 금식하고 있는지라 혹이 예수께 와서 말하되 `요한의 제자들과 바리새인의 제자들은 금식하는데 어찌하여 당신의 제자들은 금식하지 아니하나이까?'
Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ Φαρισαῖοι νηστεύοντες. Καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, “Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν;”
19 예수께서 저희에게 이르시되 `혼인집 손님들이 신랑과 함께 있을때에 금식할 수 있느냐 신랑과 함께 있을 동안에는 금식할 수 없나니
Καὶ εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετʼ αὐτῶν ἐστιν νηστεύειν; Ὅσον χρόνον ἔχουσιν τὸν νυμφίον μετʼ αὐτῶν, οὐ δύνανται νηστεύειν.
20 그러나 신랑을 빼앗길 날이 이르리니 그 날에는 금식할 것이니라
Ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπʼ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
21 생베 조각을 낡은 옷에 붙이는 자가 없나니 만일 그렇게 하면 기운 새것이 낡은 그것을 당기어 해어짐이 더하게 되느니라
Οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή αἴρει ἀπʼ αὐτοῦ τὸ πλήρωμα τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.
22 새 포도주를 낡은 가죽부대에 넣는 자가 없나니 만일 그렇게 하면 새 포도주가 부대를 터뜨려 포도주와 부대를 버리게 되리라 오직 새 포도주는 새 부대에 넣느니라' 하시니라
Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή ῥήξει ὁ οἶνος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί. Ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.”
23 안식일에 예수께서 밀밭 사이로 지나가실새 그 제자들이 길을 열며 이삭을 자르니
Καὶ ἐγένετο, αὐτὸν ἐν τοῖς Σάββασιν παραπορεύεσθαι διὰ τῶν σπορίμων, καὶ οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν, τίλλοντες τοὺς στάχυας.
24 바리새인들이 예수께 말하되 `보시오 저희가 어찌하여 안식일에 하지 못할 일을 하나이까?'
Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, “Ἴδε, τί ποιοῦσιν τοῖς Σάββασιν ὃ οὐκ ἔξεστιν;”
25 예수께서 가라사대 `다윗이 자기와 및 함께 한 자들이 핍절되어 시장할 때에 한 일을 읽지 못하였느냐?
Καὶ λέγει αὐτοῖς, “Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν, αὐτὸς καὶ οἱ μετʼ αὐτοῦ;
26 그가 아비아달 대제사장 때에 하나님의 전에 들어가서 제사장 외에는 먹지 못하는 진설병을 먹고 함께 한자들에게도 주지 아니하였느냐?
Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ ˚Θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς Προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν, εἰ μὴ τοὺς ἱερεῖς, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;”
27 또 가라사대 안식일은 사람을 위하여 있는 것이요 사람이 안식일을 위하여 있는 것이 아니니
Καὶ ἔλεγεν αὐτοῖς, “Τὸ Σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ Σάββατον.
28 이러므로 인자는 안식일에도 주인이니라!'
Ὥστε ˚Κύριός ἐστιν ὁ Υἱὸς τοῦ Ἀνθρώπου καὶ τοῦ Σαββάτου.”