< 누가복음 23 >

1 무리가 다 일어나 예수를 빌라도에게 끌고 가서
Καὶ ἀναστὰν, ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.
2 고소하여 가로되 `우리가 이 사람을 보매 우리 백성을 미혹하고 가이사에게 세 바치는 것을 금하며 자칭 왕 그리스도라 하더이다' 하니
Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες, “Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν, καὶ κωλύοντα φόρους Καίσαρι διδόναι, καὶ λέγοντα ἑαυτὸν ˚Χριστὸν, βασιλέα εἶναι.”
3 빌라도가 예수께 물어 가로되 `네가 유대인의 왕이냐?' 대답하여 가라사대 `네 말이 옳도다'
Ὁ δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων, “Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;” Ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη, “Σὺ λέγεις.”
4 빌라도가 대제사장들과 무리에게 이르되 `내가 보니 이 사람에게 죄가 없도다' 하니
Ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους, “Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.”
5 무리가 더욱 굳세게 말하되 `저가 온 유대에서 가르치고 갈릴리에서부터 시작하여 여기까지 와서 백성을 소동케 하나이다'
Οἱ δὲ ἐπίσχυον λέγοντες, ὅτι “Ἀνασείει τὸν λαὸν, διδάσκων καθʼ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.”
6 빌라도가 듣고 묻되 `저가 갈릴리 사람이냐?' 하여
Πιλᾶτος δὲ ἀκούσας, ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν.
7 헤롯의 관할에 속한 줄을 알고 헤롯에게 보내니 때에 헤롯이 예루살렘에 있더라
Καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν, ἀνέπεμψεν αὐτὸν πρὸς τὸν Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.
8 헤롯이 예수를 보고 심히 기뻐하니 이는 그의 소문을 들었으므로 보고자 한 지 오래였고 또한 무엇이나 이적 행하심을 볼까 바랐던 연고러라
Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν ˚Ἰησοῦν, ἐχάρη λίαν, ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν, διὰ τὸ ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπʼ αὐτοῦ γινόμενον.
9 여러 말로 물으나 아무 말도 대답지 아니하시니
Ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς, αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.
10 대제사장들과 서기관들이 서서 힘써 고소하더라
Εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ.
11 헤롯이 그 군병들과 함께 예수를 업신여기며 희롱하고 빛난 옷을 입혀 빌라도에게 도로 보내니
Ἐξουθενήσας δὲ αὐτὸν καὶ ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ, καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν, ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.
12 헤롯과 빌라도가 전에는 원수이었으나 당일에 서로 친구가 되니라
Ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετʼ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὑτούς.
13 빌라도가 대제사장들과 관원들과 백성을 불러 모으고
Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς, καὶ τοὺς ἄρχοντας, καὶ τὸν λαὸν,
14 이르되 `너희가 이 사람을 백성을 미혹하는 자라 하여 내게 끌어왔도다 보라 내가 너희 앞에서 사실하였으되 너희의 고소하는 일에 대하여 이 사람에게 죄를 찾지 못하였고
εἶπεν πρὸς αὐτούς, “Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον, ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας, οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατʼ αὐτοῦ.
15 헤롯이 또한 그렇게 하여 저를 우리에게 도로 보내었도다 보라 저의 행한 것은 죽일 일이 없느니라
Ἀλλʼ οὐδὲ Ἡρῴδης, ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς. Καὶ ἰδοὺ, οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ.
16 그러므로 때려서 놓겠노라'
Παιδεύσας οὖν αὐτὸν, ἀπολύσω.”
17 (없 음)
18 무리가 일제히 소리질러 가로되 `이 사람을 없이하고 바라바를 우리에게 놓아 주소서'하니
Ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες, “Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν!”
19 이 바라바는 성중에서 일어난 민란과 살인을 인하여 옥에 갇힌 자러라
Ὅστις ἦν, διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον, βληθεὶς ἐν τῇ φυλακῇ.
20 빌라도는 예수를 놓고자 하여 다시 저희에게 말하되
Πάλιν δὲ ὁ Πιλᾶτος προσεφώνησεν αὐτοῖς, θέλων ἀπολῦσαι τὸν ˚Ἰησοῦν.
21 저희는 소리질러 가로되 `저를 십자가에 못박게 하소서! 십자가에 못박게 하소서!' 하는지라
Οἱ δὲ ἐπεφώνουν λέγοντες, “Σταύρου, σταύρου αὐτόν.”
22 빌라도가 세 번째 말하되 `이 사람이 무슨 악한 일을 하였느냐? 나는 그 죽일 죄를 찾지 못하였나니 때려서 놓으리라'한대
Ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς, “Τί γὰρ κακὸν ἐποίησεν οὗτος; Οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ. Παιδεύσας οὖν αὐτὸν, ἀπολύσω.”
23 저희가 큰 소리로 재촉하여 십자가에 못 박기를 구하니 저희의 소리가 이긴지라
Οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν.
24 이에 빌라도가 저희의 구하는대로 하기를 언도하고
Καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν.
25 저희의 구하는 자 곧 민란과 살인을 인하여 옥에 갇힌 자를 놓고 예수를 넘겨 주어 저희 뜻대로 하게 하니라
Ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακὴν, ὃν ᾐτοῦντο, τὸν δὲ ˚Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
26 저희가 예수를 끌고 갈 때에 시몬이라는 구레네 사람이 시골로서 오는 것을 잡아 그에게 십자가를 지워 예수를 좇게 하더라
Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνά, τινα Κυρηναῖον ἐρχόμενον ἀπʼ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν, φέρειν ὄπισθεν τοῦ ˚Ἰησοῦ.
27 또 백성과 및 그를 위하여 가슴을 치며 슬피 우는 여자의 큰 무리가 따라 오는지라
Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
28 예수께서 돌이켜 그들을 향하여 가라사대 `예루살렘의 딸들아! 나를 위하여 울지 말고 너희와 너희 자녀를 위하여 울라
Στραφεὶς δὲ πρὸς αὐτὰς, ˚Ἰησοῦς εἶπεν, “Θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπʼ ἐμέ, πλὴν ἐφʼ ἑαυτὰς κλαίετε, καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.
29 보라, 날이 이르면 사람이 말하기를 수태 못하는 이와 해산하지 못한 배와 먹이지 못한 젖이 복이 있다 하리라
Ὅτι ἰδοὺ, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, ‘Μακάριαι αἱ στεῖραι, καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν.’
30 그 때에 사람이 산들을 대하여 우리 위에 무너지라 하며 작은 산들을 대하여 우리를 덮으라 하리라
Τότε ‘ἄρξονται λέγειν τοῖς ὄρεσιν, “Πέσετε ἐφʼ ἡμᾶς”, καὶ τοῖς βουνοῖς, “Καλύψατε ἡμᾶς”.’
31 푸른 나무에도 이같이 하거든 마른 나무에는 어떻게 되리요' 하시니라
Ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ, ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ, τί γένηται;”
32 또 다른 두 행악자도 사형을 받게 되어 예수와 함께 끌려 가니라
Ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι.
33 해골이라 하는 곳에 이르러 거기서 예수를 십자가에 못 박고 두 행악자도 그렇게 하니 하나는 우편에 하나는 좌편에 있더라
Καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.
34 이에 예수께서 가라사대 `아버지여 저희를 사하여 주옵소서 자기의 하는 것을 알지 못함이니이다' 하시더라 저희가 그의 옷을 나눠 제비 뽑을쌔
Διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ, ἔβαλον κλῆρον.
35 백성은 서서 구경하며 관원들도 비웃어 가로되 `저가 남을 구원하였으니 만일 하나님의 택하신 자 그리스도여든 자기도 구원할지어다'하고
Καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες, “Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ ˚Χριστὸς, ὁ υἱὸς τοῦ ˚Θεοῦ, ὁ ἐκλεκτός.”
36 군병들도 희롱하면서 나아와 신포도주를 주며
Ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὄξος προσφέροντες αὐτῷ,
37 가로되 `네가 만일 유대인의 왕이어든 네가 너를 구원하라' 하더라
καὶ λέγοντες, “Εἰ σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν!”
38 그의 위에 이는 유대인의 왕이라 쓴 패가 있더라
Ἦν δὲ καὶ ἐπιγραφὴ ἐπʼ αὐτῷ: “Ὁ Βασιλεὺς τῶν Ἰουδαίων οὗτος.”
39 달린 행악자 중 하나는 비방하여 가로되 `네가 그리스도가 아니냐? 너와 우리를 구원하라' 하되
Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν λέγων, “Οὐχὶ σὺ εἶ ὁ ˚Χριστός; Σῶσον σεαυτὸν καὶ ἡμᾶς!”
40 하나는 그 사람을 꾸짖어 가로되 `네가 동일한 정죄를 받고서도 하나님을 두려워 아니하느냐?
Ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη, “Οὐδὲ φοβῇ σὺ τὸν ˚Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
41 우리는 우리의 행한 일에 상당한 보응을 받는 것이니 이에 당연하거니와 이 사람의 행한 것은 옳지 않은 것이 없느니라' 하고
Καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.”
42 가로되 `예수여 당신의 나라에 임하실 때에 나를 생각하소서!' 하니
Καὶ ἔλεγεν, “˚Ἰησοῦ, Μνήσθητί μου, ὅταν ἔλθῃς εἰς τὴν βασιλείαν σου!”
43 예수께서 이르시되 `내가 진실로 네게 이르노니 오늘 네가 나와 함께 낙원에 있으리라!' 하시니라
Καὶ εἶπεν αὐτῷ, “Ἀμήν, σοι λέγω, σήμερον μετʼ ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ.”
44 때가 제 육시쯤 되어 해가 빛을 잃고 온 땅에 어두움이 임하여 제 구시까지 계속하며
Καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφʼ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης.
45 성소의 휘장이 한가운데가 찢어지더라
Τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.
46 예수께서 큰 소리로 불러 가라사대 `아버지여! 내 영혼을 아버지 손에 부탁하나이다!' 하고 이 말씀을 하신 후 운명하시다
Καὶ φωνήσας φωνῇ μεγάλῃ, ὁ ˚Ἰησοῦς εἶπεν, “Πάτερ, ‘εἰς χεῖράς σου παρατίθεμαι τὸ ˚Πνεῦμά μου’.” Τοῦτο δὲ εἰπὼν, ἐξέπνευσεν.
47 이 그 된 일을 보고 하나님께 영광을 돌려 가로되 `이 사람은 정녕 의인이었도다' 하고
Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον, ἐδόξασεν τὸν ˚Θεὸν λέγων, “Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.”
48 이를 구경하러 모인 무리도 그 된 일을 보고 다 가슴을 두드리며 돌아가고
Καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωρήσαντες τὰ γενόμενα, τύπτοντες τὰ στήθη ὑπέστρεφον.
49 예수의 아는 자들과 및 갈릴리로부터 따라온 여자들도 다 멀리 서서 이 일을 보니라
Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
50 공회 의원으로 선하고 의로운 요셉이라 하는 사람이 있으니
Καὶ ἰδοὺ, ἀνὴρ ὀνόματι Ἰωσὴφ, βουλευτὴς ὑπάρχων, καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος
51 (저희의 결의와 행사에 가타 하지 아니한 자라) 그는 유대인의 동네 아리마대 사람이요 하나님의 나라를 기다리는 자러니
(οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν), ἀπὸ Ἁριμαθαίας, πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο τὴν Βασιλείαν τοῦ ˚Θεοῦ.
52 빌라도에게 가서 예수의 시체를 달라 하여
Οὗτος προσελθὼν τῷ Πιλάτῳ, ᾐτήσατο τὸ σῶμα τοῦ ˚Ἰησοῦ.
53 이를 내려 세마포로 싸고 아직 사람을 장사한 일이 없는 바위에 판 무덤에 넣어 두니
Καὶ καθελὼν, ἐνετύλιξεν αὐτὸ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος.
54 이 날은 예비일이요 안식일이 거의 되었더라
Καὶ ἡμέρα ἦν παρασκευῆς, καὶ Σάββατον ἐπέφωσκεν.
55 갈릴리에서 예수와 함께 온 여자들이 뒤를 좇아 그 무덤과 그의 시체를 어떻게 둔 것을 보고
Κατακολουθήσασαι δὲ, αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ.
56 돌아가 향품과 향유를 예비하더라 계명을 좇아 안식일에 쉬더라
Ὑποστρέψασαι δὲ, ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν Σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.

< 누가복음 23 >