< 예레미야 45 >

1 유다 왕 요시야의 아들 여호야김 제 사년에 네리야의 아들 바룩이 예레미야의 구전대로 이 모든 말을 책에 기록하니라 때에 선지자 예레미야가 그에게 말하여 가로되
καὶ ἤκουσεν Σαφατιας υἱὸς Μαθαν καὶ Γοδολιας υἱὸς Πασχωρ καὶ Ιωαχαλ υἱὸς Σελεμιου τοὺς λόγους οὓς ἐλάλει Ιερεμιας ἐπὶ τὸν λαὸν λέγων
2 바룩아 이스라엘의 하나님 여호와께서 네게 이같이 말씀하시되
οὕτως εἶπεν κύριος ὁ κατοικῶν ἐν τῇ πόλει ταύτῃ ἀποθανεῖται ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ὁ ἐκπορευόμενος πρὸς τοὺς Χαλδαίους ζήσεται καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς εὕρεμα καὶ ζήσεται
3 네가 일찍 말하기를 슬프다 여호와께서 나의 고통에 슬픔을 더하셨으니 나는 나의 탄식으로 피곤하여 평안치 못하다 하도다 하셨고
ὅτι οὕτως εἶπεν κύριος παραδιδομένη παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας δυνάμεως βασιλέως Βαβυλῶνος καὶ συλλήμψεται αὐτήν
4 또 내게 이르시기를 너는 그에게 이르라 여호와께서 이같이 말씀하시기를 보라 나는 나의 세운 것을 헐기도 하며 나의 심은 것을 뽑기도 하나니 온 땅에 이러하거늘
καὶ εἶπαν τῷ βασιλεῖ ἀναιρεθήτω δὴ ὁ ἄνθρωπος ἐκεῖνος ὅτι αὐτὸς ἐκλύει τὰς χεῖρας τῶν ἀνθρώπων τῶν πολεμούντων τῶν καταλειπομένων ἐν τῇ πόλει καὶ τὰς χεῖρας παντὸς τοῦ λαοῦ λαλῶν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους ὅτι ὁ ἄνθρωπος οὗτος οὐ χρησμολογεῖ εἰρήνην τῷ λαῷ τούτῳ ἀλλ’ ἢ πονηρά
5 네가 너를 위하여 대사를 경영하느냐 그것을 경영하지 말라 보라 내가 모든 육체에게 재앙을 내리리라 그러나 너의 가는 모든 곳에서는 내가 너로 생명 얻기를 노략물을 얻는 것같게 하리라 여호와의 말이니라 하셨느니라
καὶ εἶπεν ὁ βασιλεύς ἰδοὺ αὐτὸς ἐν χερσὶν ὑμῶν ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτούς
6
καὶ ἔρριψαν αὐτὸν εἰς τὸν λάκκον Μελχιου υἱοῦ τοῦ βασιλέως ὃς ἦν ἐν τῇ αὐλῇ τῆς φυλακῆς καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ ἀλλ’ ἢ βόρβορος καὶ ἦν ἐν τῷ βορβόρῳ
7
καὶ ἤκουσεν Αβδεμελεχ ὁ Αἰθίοψ καὶ αὐτὸς ἐν οἰκίᾳ τοῦ βασιλέως ὅτι ἔδωκαν Ιερεμιαν εἰς τὸν λάκκον καὶ ὁ βασιλεὺς ἦν ἐν τῇ πύλῃ Βενιαμιν
8
καὶ ἐξῆλθεν πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα καὶ εἶπεν
9
ἐπονηρεύσω ἃ ἐποίησας τοῦ ἀποκτεῖναι τὸν ἄνθρωπον τοῦτον ἀπὸ προσώπου τοῦ λιμοῦ ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει
καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Αβδεμελεχ λέγων λαβὲ εἰς τὰς χεῖράς σου ἐντεῦθεν τριάκοντα ἀνθρώπους καὶ ἀνάγαγε αὐτὸν ἐκ τοῦ λάκκου ἵνα μὴ ἀποθάνῃ
καὶ ἔλαβεν Αβδεμελεχ τοὺς ἀνθρώπους καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγειον καὶ ἔλαβεν ἐκεῖθεν παλαιὰ ῥάκη καὶ παλαιὰ σχοινία καὶ ἔρριψεν αὐτὰ πρὸς Ιερεμιαν εἰς τὸν λάκκον
καὶ εἶπεν ταῦτα θὲς ὑποκάτω τῶν σχοινίων καὶ ἐποίησεν Ιερεμιας οὕτως
καὶ εἵλκυσαν αὐτὸν τοῖς σχοινίοις καὶ ἀνήγαγον αὐτὸν ἐκ τοῦ λάκκου καὶ ἐκάθισεν Ιερεμιας ἐν τῇ αὐλῇ τῆς φυλακῆς
καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν αὐτὸν πρὸς ἑαυτὸν εἰς οἰκίαν ασελισι τὴν ἐν οἴκῳ κυρίου καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ἐρωτήσω σε λόγον καὶ μὴ δὴ κρύψῃς ἀπ’ ἐμοῦ ῥῆμα
καὶ εἶπεν Ιερεμιας τῷ βασιλεῖ ἐὰν ἀναγγείλω σοι οὐχὶ θανάτῳ με θανατώσεις καὶ ἐὰν συμβουλεύσω σοι οὐ μὴ ἀκούσῃς μου
καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς λέγων ζῇ κύριος ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην εἰ ἀποκτενῶ σε καὶ εἰ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων τούτων
καὶ εἶπεν αὐτῷ Ιερεμιας οὕτως εἶπεν κύριος ἐὰν ἐξελθὼν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος καὶ ζήσεται ἡ ψυχή σου καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρί καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου
καὶ ἐὰν μὴ ἐξέλθῃς δοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας τῶν Χαλδαίων καὶ καύσουσιν αὐτὴν ἐν πυρί καὶ σὺ οὐ μὴ σωθῇς
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ιερεμια ἐγὼ λόγον ἔχω τῶν Ιουδαίων τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους μὴ δώσειν με εἰς χεῖρας αὐτῶν καὶ καταμωκήσονταί μου
καὶ εἶπεν Ιερεμιας οὐ μὴ παραδῶσίν σε ἄκουσον τὸν λόγον κυρίου ὃν ἐγὼ λέγω πρὸς σέ καὶ βέλτιον ἔσται σοι καὶ ζήσεται ἡ ψυχή σου
καὶ εἰ μὴ θέλεις σὺ ἐξελθεῖν οὗτος ὁ λόγος ὃν ἔδειξέν μοι κύριος
καὶ ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἰκίᾳ βασιλέως Ιουδα ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως Βαβυλῶνος καὶ αὗται ἔλεγον ἠπάτησάν σε καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου καὶ καταλύσουσιν ἐν ὀλισθήμασιν πόδας σου ἀπέστρεψαν ἀπὸ σοῦ
καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου ἐξάξουσιν πρὸς τοὺς Χαλδαίους καὶ σὺ οὐ μὴ σωθῇς ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλλημφθήσῃ καὶ ἡ πόλις αὕτη κατακαυθήσεται
καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ἄνθρωπος μὴ γνώτω ἐκ τῶν λόγων τούτων καὶ σὺ οὐ μὴ ἀποθάνῃς
καὶ ἐὰν ἀκούσωσιν οἱ ἄρχοντες ὅτι ἐλάλησά σοι καὶ ἔλθωσιν πρὸς σὲ καὶ εἴπωσίν σοι ἀνάγγειλον ἡμῖν τί ἐλάλησέν σοι ὁ βασιλεύς μὴ κρύψῃς ἀφ’ ἡμῶν καὶ οὐ μὴ ἀνέλωμέν σε καὶ τί ἐλάλησεν πρὸς σὲ ὁ βασιλεύς
καὶ ἐρεῖς αὐτοῖς ῥίπτω ἐγὼ τὸ ἔλεός μου κατ’ ὀφθαλμοὺς τοῦ βασιλέως πρὸς τὸ μὴ ἀποστρέψαι με εἰς οἰκίαν Ιωναθαν ἀποθανεῖν ἐκεῖ
καὶ ἤλθοσαν πάντες οἱ ἄρχοντες πρὸς Ιερεμιαν καὶ ἠρώτησαν αὐτόν καὶ ἀνήγγειλεν αὐτοῖς κατὰ πάντας τοὺς λόγους τούτους οὓς ἐνετείλατο αὐτῷ ὁ βασιλεύς καὶ ἀπεσιώπησαν ὅτι οὐκ ἠκούσθη λόγος κυρίου
καὶ ἐκάθισεν Ιερεμιας ἐν τῇ αὐλῇ τῆς φυλακῆς ἕως χρόνου οὗ συνελήμφθη Ιερουσαλημ

< 예레미야 45 >