< 역대하 11 >
1 르호보암이 예루살렘에 이르러 유다와 베냐민 족속을 모으니 택한 용사가 십 팔만이라 이스라엘과 싸워 나라를 회복하여 르호보암에게 돌리려 하더니
καὶ ἦλθεν Ροβοαμ εἰς Ιερουσαλημ καὶ ἐξεκκλησίασεν τὸν Ιουδαν καὶ Βενιαμιν ἑκατὸν ὀγδοήκοντα χιλιάδας νεανίσκων ποιούντων πόλεμον καὶ ἐπολέμει πρὸς Ισραηλ τοῦ ἐπιστρέψαι τὴν βασιλείαν τῷ Ροβοαμ
2 여호와의 말씀이 하나님의 사람 스마야에게 임하여 가라사대
καὶ ἐγένετο λόγος κυρίου πρὸς Σαμαιαν ἄνθρωπον τοῦ θεοῦ λέγων
3 솔로몬의 아들 유다 왕 르호보암과 유다와 베냐민의 이스라엘 무리에게 고하여 이르기를
εἰπὸν πρὸς Ροβοαμ τὸν τοῦ Σαλωμων καὶ πρὸς πάντα Ιουδαν καὶ Βενιαμιν λέγων
4 여호와의 말씀이 너희는 올라 가지 말라 너희 형제와 싸우지 말고 각기 집으로 돌아가라 이 일이 내게로 말미암아 난 것이라 하셨다 하라 하신지라 저희가 여호와의 말씀을 듣고 돌아가고 여로보암을 치러 가지 아니하였더라
τάδε λέγει κύριος οὐκ ἀναβήσεσθε καὶ οὐ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν ἀποστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ὅτι παρ’ ἐμοῦ ἐγένετο τὸ ῥῆμα τοῦτο καὶ ἐπήκουσαν τοῦ λόγου κυρίου καὶ ἀπεστράφησαν τοῦ μὴ πορευθῆναι ἐπὶ Ιεροβοαμ
5 르호보암이 예루살렘에 거하여 유다 땅에 방비하는 성읍들을 건축하였으니
καὶ κατῴκησεν Ροβοαμ εἰς Ιερουσαλημ καὶ ᾠκοδόμησεν πόλεις τειχήρεις ἐν τῇ Ιουδαίᾳ
καὶ ᾠκοδόμησεν τὴν Βαιθλεεμ καὶ τὴν Αιταμ καὶ τὴν Θεκωε
καὶ τὴν Βαιθσουρα καὶ τὴν Σοκχωθ καὶ τὴν Οδολλαμ
καὶ τὴν Γεθ καὶ τὴν Μαρισαν καὶ τὴν Ζιφ
καὶ τὴν Αδωραιμ καὶ τὴν Λαχις καὶ τὴν Αζηκα
10 소라와, 아얄론과, 헤브론이니 다 유다와 베냐민 땅에 있어 견고한 성읍이라
καὶ τὴν Σαραα καὶ τὴν Αιαλων καὶ τὴν Χεβρων ἥ ἐστιν τοῦ Ιουδα καὶ Βενιαμιν πόλεις τειχήρεις
11 르호보암이 이 모든 성읍을 더욱 견고케 하고 장관을 그 가운데 두고 양식과 기름과 포도주를 저축하고
καὶ ὠχύρωσεν αὐτὰς τείχεσιν καὶ ἔδωκεν ἐν αὐταῖς ἡγουμένους καὶ παραθέσεις βρωμάτων ἔλαιον καὶ οἶνον
12 각 성읍에 방패와 창을 두어 심히 강하게 하니라 유다와 베냐민이 르호보암에게 속하였더라
κατὰ πόλιν καὶ κατὰ πόλιν θυρεοὺς καὶ δόρατα καὶ κατίσχυσεν αὐτὰς εἰς πλῆθος σφόδρα καὶ ἦσαν αὐτῷ Ιουδα καὶ Βενιαμιν
13 온 이스라엘의 제사장과 레위 사람이 그 모든 지방에서부터 르호보암에게 돌아오되
καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἳ ἦσαν ἐν παντὶ Ισραηλ συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν ὁρίων
14 레위 사람이 그 향리와 산업을 떠나 유다와 예루살렘에 이르렀으니 이는 여로보암과 그 아들들이 저희를 폐하여 여호와께 제사장의 직분을 행치 못하게 하고
ὅτι ἐγκατέλιπον οἱ Λευῖται τὰ σκηνώματα τῆς κατασχέσεως αὐτῶν καὶ ἐπορεύθησαν πρὸς Ιουδαν εἰς Ιερουσαλημ ὅτι ἐξέβαλεν αὐτοὺς Ιεροβοαμ καὶ οἱ υἱοὶ αὐτοῦ τοῦ μὴ λειτουργεῖν κυρίῳ
15 여로보암이 여러 산당과 수염소 우상과 자기가 만든 송아지 우상을 위하여 스스로 제사장들을 세움이라
καὶ κατέστησεν ἑαυτῷ ἱερεῖς τῶν ὑψηλῶν καὶ τοῖς εἰδώλοις καὶ τοῖς ματαίοις καὶ τοῖς μόσχοις ἃ ἐποίησεν Ιεροβοαμ
16 이스라엘 모든 지파 중에 마음을 오로지하여 이스라엘 하나님 여호와를 구하는 자들이 레위사람을 따라 예루살렘에 이르러 그 열조의 하나님 여호와께 제사하고자 한지라
καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν Ισραηλ οἳ ἔδωκαν καρδίαν αὐτῶν τοῦ ζητῆσαι κύριον θεὸν Ισραηλ καὶ ἦλθον εἰς Ιερουσαλημ θῦσαι κυρίῳ θεῷ τῶν πατέρων αὐτῶν
17 그러므로 삼년동안 유다 나라를 도와 솔로몬의 아들 르호보암을 강성하게 하였으니 이는 무리가 삼년을 다윗과 솔로몬의 길로 행하였음이더라
καὶ κατίσχυσαν τὴν βασιλείαν Ιουδα καὶ κατίσχυσαν Ροβοαμ τὸν τοῦ Σαλωμων εἰς ἔτη τρία ὅτι ἐπορεύθη ἐν ταῖς ὁδοῖς Δαυιδ καὶ Σαλωμων ἔτη τρία
18 르호보암이 다윗의 아들 여리못의 딸 마할랏으로 아내를 삼았으니 마할랏은 이새의 아들 엘리압의 딸 아비하일의 소생이라
καὶ ἔλαβεν ἑαυτῷ Ροβοαμ γυναῖκα τὴν Μολλαθ θυγατέρα Ιεριμουθ υἱοῦ Δαυιδ Αβαιαν θυγατέρα Ελιαβ τοῦ Ιεσσαι
19 그가 아들들 곧 여우스와 스마랴와 사함을 낳았으며
καὶ ἔτεκεν αὐτῷ υἱοὺς τὸν Ιαους καὶ τὸν Σαμαριαν καὶ τὸν Ροολλαμ
20 그 후에 압살롬의 딸 마아가에게 장가들었더니 저가 아비야와 앗대와 시사와 슬로밋을 낳았더라
καὶ μετὰ ταῦτα ἔλαβεν ἑαυτῷ τὴν Μααχα θυγατέρα Αβεσσαλωμ καὶ ἔτεκεν αὐτῷ τὸν Αβια καὶ τὸν Ιεθθι καὶ τὸν Ζιζα καὶ τὸν Εμμωθ
21 르호보암이 아내 십 팔과 첩 육십을 취하여 아들 이십 팔과 딸 육십을 낳았으나 압살롬의 딸 마아가를 모든 처첩보다 더 사랑하여
καὶ ἠγάπησεν Ροβοαμ τὴν Μααχαν θυγατέρα Αβεσσαλωμ ὑπὲρ πάσας τὰς γυναῖκας αὐτοῦ καὶ τὰς παλλακὰς αὐτοῦ ὅτι γυναῖκας δέκα ὀκτὼ εἶχεν καὶ παλλακὰς τριάκοντα καὶ ἐγέννησεν υἱοὺς εἴκοσι ὀκτὼ καὶ θυγατέρας ἑξήκοντα
22 마아가의 아들 아비야를 세워 장자를 삼아 형제 중에 머리가 되게 하였으니 이는 저로 왕이 되게 하고자 함이라
καὶ κατέστησεν εἰς ἄρχοντα Ροβοαμ τὸν Αβια τὸν τῆς Μααχα εἰς ἡγούμενον ἐν τοῖς ἀδελφοῖς αὐτοῦ ὅτι βασιλεῦσαι διενοεῖτο αὐτόν
23 르호보암이 지혜롭게 행하여 그 모든 아들을 유다와 베냐민의 온 땅 모든 견고한 성읍에 흩어 살게 하고 양식을 후히 주고 아내를 많이 구하여 주었더라
καὶ ηὐξήθη παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ ἐν πᾶσιν τοῖς ὁρίοις Ιουδα καὶ Βενιαμιν καὶ ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς καὶ ἔδωκεν αὐταῖς τροφὰς πλῆθος πολὺ καὶ ᾐτήσατο πλῆθος γυναικῶν