< Marko 9 >

1 Nabhabwila, “Echimali enibhabhwila emwe, bhaliwo abhanu abhobhemeleguyu anu, bhatakuloja olufu bhachali okubhulola obhukama bhwa Nyamuwanga nibhuja kwa managa.
Καὶ ἔλεγεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
2 Baada yansiku mukaga yesu abhagegele Petero, Yakobo, na Yohana nibhaja mwibhanga bhenyele. Niwo ambile oyinduka imbele yebhwe.
Καὶ μεθ᾿ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν μόνους. Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν,
3 Jingubho jaye nijamba okwengelela muno, nijibha jimwela muno kukila bhinu bhyone muchalo.
καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα, λευκὰ λίαν ὡς χιών, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται λευκᾶναι.
4 Niwo Elya bhali na Musa nibhabhonekana imbele yebhwe, bhaliga nibhaloma na Yesu.
Καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ.
5 Petro namubhwila yesu “Mwiigisha nibhwakisi eswe okubha anu, Chumbake bhiyumba bhisatu, echimwi chilichao, echimwi chilicha Musa nechindi chilicha Eliya.”
Καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, σοὶ μίαν, καὶ Μωσεῖ μίαν, καὶ Ἠλίᾳ μίαν.
6 Atalomele lyone lyone, nibhobhaya bhone.
Οὐ γὰρ ᾔδει τί λαλήσῃ· ἦσαν γὰρ ἔκφοβοι.
7 Elile lyejile nilibhaswikila. Niwo lilaka nilisokelela mumele nilyaika, “Unu niwomwana wani mwendwa. mumutegeleshe omwene.”
Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς· καὶ ἦλθε φωνὴ ἐκ τῆς νεφέλης λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε.
8 Niwo bhaliga wachelolela, bhatamulolele wona wona oundi tali Yesu.
Καὶ ἐξάπινα περιβλεψάμενοι, οὐκέτι οὐδένα εἶδον, ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ᾿ ἑαυτῶν.
9 Bhaliga nibhasubha okusoka mwibhanga, abhabhwiliye mutaja kubhwila munu wonewone ago goone mwagalola, mpaka Omwana womunu akasuluka okusoka mukabhuli.
Καταβαινόντων δὲ αὐτῶν ἀπὸ τοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ διηγήσωνται ἃ εἶδον, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
10 Niwo bhagabhikile amagambo ago bhenekili. Tali bhebhusishe bhenekili insonga “yokusuluka mukabhuli”
Καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτούς, συζητοῦντες τί ἐστι τὸ ἐκ νεκρῶν ἀναστῆναι.
11 Nibhamubhusha Yesu, “Kubhaki abhandiki abhaika Eliya niwo alija okwamba?” Nabhabhwila “Chimali Eliya alija okwamba okusakila ebhinu bhyone.
Καὶ ἐπηρώτων αὐτόν, λέγοντες ὅτι Λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
12 Kubhaki yandikilwe Omwana womunu kabhona inyanko nyanfu nabhamubhiililwa?
Ὁ δὲ ἀποκριθείς, εἶπεν αὐτοῖς, Ἠλίας μὲν ἐλθὼν πρῶτον, ἀποκαθιστᾷ πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενωθῇ.
13 Tali enibhabhwila Eliya alejile, bhamukolelo kutyo bhendele, lwakutyo ligambo elyaika kumwene.
Ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθε, καὶ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν, καθὼς γέγραπται ἐπ᾿ αὐτόν.
14 Bhejile bhakasubha kubhanafunzi, bhalolele likumo lyabhanu libhasingiliye Amasadukayo bhaliga nibhabhambashanya nabho.
Καὶ ἐλθὼν πρὸς τοὺς μαθητάς, εἶδεν ὄχλον πολὺν περὶ αὐτούς, καὶ γραμματεῖς συζητοῦντας αὐτοῖς.
15 Bhejile bhakamulola likumo lyone nililugula nilimulubha okumukesha.
Καὶ εὐθέως πᾶς ὁ ὄχλος ἰδὼν αὐτὸν ἐξεθαμβήθη, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.
16 Nabhabhusha abhanafunzi bhaye, “Omubhambashana nabho chinuki?”
Καὶ ἐπηρώτησε τοὺς γραμματεῖς, Τί συζητεῖτε πρὸς αὐτούς;
17 Umwi webhwe naika, “Mwiigisha, Namuleta Omwana wani kwawe; anemisambwa ajimukola atakuloma,
Καὶ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπε, Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον.
18 ejimukola okuyalala nomugwisha ansi, nokusosha amafilo mukanwa kanyaka muno. Nabhasabhwa abhanafunzi bhao okumusosha amasambwa tali bhasingwa.
Καὶ ὅπου ἂν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν· καὶ ἀφρίζει, καὶ τρίζει τοὺς ὀδόντας αὐτοῦ, καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσι, καὶ οὐκ ἴσχυσαν.
19 Nabhabhwila olwibhulo olwo lutakwikilisha, enibhanemwe katunguki? enibhanemwe katungukii? Mulete kwani.”
Ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει, Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετε αὐτὸν πρός με.
20 Wamuletele Omwana waye. Emisambwa jejile jikamulola Yesu, nijimukola nayalala.
Καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν· καὶ ἰδὼν αὐτόν, εὐθέως τὸ πνεῦμα ἐσπάραξεν αὐτόν· καὶ πεσὼν ἐπὶ τῆς γῆς, ἐκυλίετο ἀφρίζων.
21 Omusigaji aguye ansi nasosha lifilo mukanwa. Yesu namubhusha esemwene omwana, “alwaye kutya alinakatunguki?” achali mulela
Καὶ ἐπηρώτησε τὸν πατέρα αὐτοῦ, Πόσος χρόνος ἐστίν, ὡς τοῦτο γέγονεν αὐτῷ; Ὁ δὲ εἶπε, Παιδιόθεν.
22 Lugendo kagwa mumulilo namumanja, nigendo omwita. labha utula okukola chona chona chisaslile uchikolele.
Καὶ πολλάκις αὐτὸν καὶ εἰς πῦρ ἔβαλε καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ᾿ εἴ τι δύνασαι, βοήθησον ἡμῖν, σπλαγχνισθεὶς ἐφ᾿ ἡμᾶς.
23 Yesu namubhwila, labha wendele? bhulichinu echikolekana kuwonawona oya kekilisha.
Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι.
24 Niwo esemwene omwana nalilia naika, “Nekilisha! Nsakila okulema okwikilisha kwani.”
Καὶ εὐθέως κράξας ὁ πατὴρ τοῦ παιδίου, μετὰ δακρύων ἔλεγε, Πιστεύω, Κύριε, βοήθει μου τῇ ἀπιστίᾳ.
25 Akatungu Yesu ejile akalola likumo lyabhanu nilija kwebhwe, namusabhila emisambwa neulila.
Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος, ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ, Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.
26 Alilile kwa managa nijimunyansha omwana emisambwa nijisokako. Omwana obhonekene kuti afuye,
Καὶ κράξαν, καὶ πολλὰ σπαράξαν αὐτόν, ἐξῆλθε· καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε πολλοὺς λέγειν ὅτι ἀπέθανεν.
27 niwo bhone nibhaika, “Afuye,” tali Yesu amugwatile namwimusha, omwa nemuka.
Ὁ δὲ Ἰησοῦς κρατήσας αὐτὸν τῆς χειρός, ἤγειρεν αὐτόν· καὶ ἀνέστη.
28 Akatungu Yesu nengila munyumba, abhanafunzi bhaye nibhamubhusha, “Kubhaki chasingilwe okumusosha?”
Καὶ εἰσελθόντα αὐτὸν εἰς οἶκον, οἱ μαθηταὶ αὐτοῦ ἐπηρώτων αὐτὸν κατ᾿ ἰδίαν ὅτι Ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
29 Nabhabhwila, kwokukola kutyo jitakusokako tali kwokusabhwa.
Καὶ εἶπεν αὐτοῖς, Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.
30 Bhasokele aliya nibhalabha Galilaya. Atendele munu wonawona amenye awo bhali, kulwokubha aliga neigisha abhanafunzi bhaye.
Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας· καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ.
31 Nabhabhwila omwana wo Munu abhamukingya mumabhoko gabhanu, abhamwita. Akabha afuye, akabha afuye lunaku lwakasatu kasuluka.
Ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ, καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν· καὶ ἀποκτανθείς, τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
32 Tali bhatamenyele amagambo ago nibhobhaya okumubhusha.
Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.
33 Nibhakinga Karperinaumu. akatungu aliga alimunyumba nabhabhusha, “Mwaliga nimulomaki akatungu chilimunjila?” Nibhajibhila.
Καὶ ἦλθεν εἰς Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς, Τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε;
34 kulwokubha bhaliga nibhabhambashanya munjila niga agali mkulu.
Οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ, τίς μείζων.
35 Eyanjile ansi amwi nabhanafunzi bhaye, naloma nabho, “Labha wonawona oyokenda okubha wokwamba, kabha womalisha niwe mkosi wabhona.
Καὶ καθίσας ἐφώνησε τοὺς δώδεκα, καὶ λέγει αὐτοῖς, Εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος, καὶ πάντων διάκονος.
36 Amugegele omwana namuta agati yebhwe, amuyekele mumabhoko gaye, naika,
Καὶ λαβὼν παιδίον, ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν· καὶ ἐναγκαλισάμενος αὐτό, εἶπεν αὐτοῖς·
37 Wonawona oyo kamulamila omwana lwaunu mwisina lyani lwaunu, kandamila anye, omunu akangamila anye, atakundamila anyela, noyo antumile.
Ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με.
38 Yohana namubhwila, “Mwiigisha chamulolele omunu nasosha emisambwa kwalisina lyao nichimuganya, kulwokubha atakuchilubha.”
Ἀπεκρίθη δὲ αὐτῷ ὁ Ἰωάννης, λέγων, Διδάσκαλε, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν· καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν.
39 Nawe Yesu naika, “Mutaja omuganya, kulwokubha ataliwo oyo alikola emilimu misito mwisina lyani naika misango mibhibhi mwisina lyani.
Ὁ δὲ Ἰησοῦς εἶπε, Μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου, καὶ δυνήσεται ταχὺ κακολογῆσαί με.
40 Wonawona oyo ataliinyuma neswe, alikulubhala lweswe.
Ὃς γὰρ οὐκ ἔστι καθ᾿ ἡμῶν ὑπὲρ ἡμῶν ἐστιν.
41 Wonawona oyo kakuyana echikompe chamanji gokunywa kulwokubha ulina Kristo, Chimali enibhabhwila atakubhusha echibhalo chaye.
Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν τῷ ὀνόματί μου, ὅτι Χριστοῦ ἐστέ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
42 Wonawona oyo kabhayabhisha abhatilu bhatu abhanyikilisha anye, yakabheye bhwakisi okubhoywa libhii lyoshela mubhicha nolagashwa munyanja.
Καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τῶν πιστευόντων εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται λίθος μυλικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ βέβληται εἰς τὴν θάλασσαν.
43 Labha okubhoko kwao kukakuyabhisha kuteme. Nibhwakisi okwingila mubhuwanga utali nokubhoko nokwingila mumulilo ulina mabhoko gone. mumulilo “Gunyantasima”. (Geenna g1067)
Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν σοι ἐστὶ κυλλὸν εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον, (Geenna g1067)
44 Awo amafunyo gatakufwa nomulilo gutakusima.
ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.
45 Labha okugulu kwao kukakuyabhisha, kuteme. Nibhwakisi okwingila mubhuwanga uli mulema, nokwingila mumulilo ulina magulu gone. (Geenna g1067)
Καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστί σοι εἰσελθεῖν εἰς τὴν ζωὴν χωλόν, ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον, (Geenna g1067)
46 Awo amafunyo gatakufwa nomulilo gutakusima.
ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.
47 Labha eliso lyao likakuyabhya lishoshemo. Nibhwakisi okwingila mubhukama bhwa Nyamuwanga ulina liso limwi, nokwingila nameso gabhili nuweshwa mumulilo. (Geenna g1067)
Καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν σοι ἐστὶ μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός, (Geenna g1067)
48 Awo gali amafunyo gatakufwa nomulilo gutakusima.
ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.
49 Kulwokubha bhuli umwi alikolela nomulilo.
Πᾶς γὰρ πυρὶ ἁλισθήσεται, καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται.
50 Omunyu nigwakisi, labha omunyu gukalema onula oukola kutiki gunulile? mulabha nomunyu mumwyoyo jemwe bhenekili, nokubha nomulembe bhuli umwi.”
Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; Ἔχετε ἐν ἑαυτοῖς ἅλας, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.

< Marko 9 >