< Marko 14 >
1 Yaliga jalabhileo nsiku ebhili okusoka kulusiku lwaipasaka olwemikate ojo jitakutulwamo chifwimbya. abhatangasha abhakulu na abhandiki bhaliga nibhaiga kutyo bhalamugwa Yesu kwolwango lwomita.
Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν.
2 Kulwokubha bhaikile, “Katali katungu kanu kaisikukuu, abhanu bhataje bhakasambagana.
ἔλεγον δὲ μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ.
3 Akatungu Yesu aliga ali Bethania munyumba eya Simoni omugenge, bhaliga bhali kumeja, mugasi umwi ejile kwaye ana inchupa eyamafuta amalange ga nardo gelele gayela nyanfu muno, nafundukula inchupa namwitilila ingulu yomutwe gwaye.
Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ ἦλθε γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς, καὶ συντρίψασα τὸ ἀλάβαστρον κατέχεεν αὐτοῦ κατὰ τῆς κεφαλῆς.
4 bhaliga bhalio abhanu abhandi bhabhiiliwe. Nibhaikana abhene kwabhene nibhaika, “Kubhaki kabhusha amafuta amalange kutyo?
ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτοὺς λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;
5 Amafuta amalange ganu gakagusibhwe kukila dinali magana gasatu, nibhabhayana abhataka.” Niwo nibhamuganya.
ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω τριακοσίων δηναρίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ.
6 Niwo Yesu naika, “Mumusige mwenekili. kubhaki omumunyasha? Akola omusango gwakisi kwanye.
ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον εἰργάσατο ἐν ἐμοί.
7 Nsiku jone abhataka munabho, nakatungu konakona mukenda omutula okukola agekisi kwebhwe, Nawe mutakubha nanye katungu kona.
πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε αὐτοὺς εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
8 Akola echo katula: agusinga omubhili gwani amafuta nichali okufwa.
ὃ ἔσχεν αὕτη ἐποίησε· προέλαβε μυρίσαι μου τὸ σῶμα εἰς τὸν ἐνταφιασμόν.
9 Chimali enibhabwila, bhuli chalo awo gulisimulwaga Omusango munsi yone, echo akolele omugasi unu chilyaikwa kwomwijuka.
ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
10 Niwo Yuda Iskariote, umwi wabhaliya ekumi nabhabhili, agendele kubhatangasha abhakulu koleleki abhakabhiji kwebhwe.
Καὶ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν αὐτοῖς.
11 Akatungu abhatangasha abhakulu bhejile bhakongwa kutyo, bhakondelewe nibhalagila okumuyana jiyela. Nambakuiga injila yokumkabhiji kwebhwe.
οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια δοῦναι· καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ.
12 Kulunaku lwokwamba lwe mikate ejo jitana chifwimbya, akatungu bhejile bhakasoshya inyabhalega yaipasaka, abhanafunzi bhaye bhamubhwiliye, “owenda chigendeaki eyo chilalila ebhilyo bhyaipasaka?
Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα;
13 Abhatumile abhanafunzi bhaye bhabhili nabhabhwila, “Mugende mujini, omubhugangana nomulume agegele insua, mumulubhe.
καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ,
14 Inyumba eyo alengila, mumulubhe namumubhwile kanyanyumba eyo, “Mwiigisha aika, “Chilyaki echumba chabhagenyi awo nilalila ipasaka nabhanafunzi bhani?”
καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει· ποῦ ἐστι τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
15 Kabholesha echumba chaingulu echinene chayela nyanfu. mulachikonja nicheswe.”
καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν.
16 Abhanafunzi bhasokeleo nibhagenda mujini; nibhasanga bhulichinu lwakutyo aliga abhabhwiliye, nibhakonja ebhilyo bhyaipasaka.
καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
17 Yejile ikakinga kegolo, ejile nabhaliya ekumi nabhabhili.
Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα·
18 nibheyanja lubhebhe kumeja nibhalya, Yesu naika, “chimali enibhabwila, umwi kwimwe oyokalya amwi nanye alinsoka muchiwi.”
καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων εἶπεν ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾽ ἐμοῦ.
19 Bhona bhasulumbalile umwi kuundi nibhamubhwila, “Chimali atali anye?”
οἱ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ᾽ εἷς· μήτι ἐγώ; καὶ ἄλλος· μήτι ἐγώ;
20 Yesu aikile nabhabwila naika, “Niumwi muekumi nabhabhili kwimwe, umwi oyo oli kakoja litonge mumbakuli amwinanye.
ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· εἷς ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾽ ἐμοῦ εἰς τὸ τρυβλίον.
21 Kulwokubha Omwana wo munu kagenda lwakutyo ligambo elyaika kumwene. Nawe jilimubhona omunu oyo alimwendelesha Omwana wo Munu. Yakabheye bhwakisi omunu lwoyo atakebhuywe.
ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
22 Awo bhaliga nibhalya, Yesu agegele omukate, nagubhaliki, agubhutula. Nabhayana naika “Mugege. Gunu nimubhili gwani.”
Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπε· λάβετε [φάγετε]· τοῦτό ἐστι τὸ σῶμά μου.
23 Agegele echikompe, nasima, nabhayana, bhone nibhachinywela.
καὶ λαβὼν [τὸ] ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.
24 Abhabhwiliye “Inu ninsagama yani eyechilagano, insagama eyo eitika kubhanfu.
καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον.
25 Chimali enibhabhwila, nitalisubhila okuywa litwasho lyo muzabibu mpaka olusiku luliya olwoniliywa bhuyaya mubhukama bhwa Nyamuwanga.”
ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.
26 Bhejile bhakama okwimba amembo, bhagendele anja mumabhanga gemizeituni.
Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
27 Yesu nabhabhwila, “Emwe bhona mulibha kumbali kwalisina lyani, kulwokubha yandikilwe, Nilimubhuma Omulefi najinyabhalega nijisalambana.
καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσονται τὰ πρόβατα·
28 Nawe nikamala okusuluka, omusanga imbele yemwe Galilaya.
ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
29 Petro namubhwila “Nolo bhona bhakakusiga, anye nitakukusiga.”
ὁ δὲ Πέτρος ἔφη αὐτῷ· καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ᾽ οὐκ ἐγώ.
30 Yesu nabhabwila, echimali enikubhwila, ingeta inu, ing'okolomi ichali okokolima kabhili, ousanga wandemele kasatu.”
καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ἐν τῇ νυκτὶ ταύτῃ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.
31 Nawe petro naika, “Nilifwa nawe, nitakukusiga.” Wona bhasoshisye echilagano chilya chilya.
ὁ δὲ Πέτρος ἐκ περισσοῦ ἔλεγε μᾶλλον· ἐάν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
32 Bhejile awo patogagwa Gethsemane, niwo Yesu nabhabwila abhanafunzi bhaye, “Mwiyanje anu akatungu nisabhwa.”
Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· καθίσατε ὧδε ἕως προσεύξωμαι.
33 Abhagegele Petro, Yakobo, na Yohana nomwene, namba okusulumbala nonyaka muno.
καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μεθ᾽ ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν
34 Nabhabwila, “Omutima gwani gusulumbaye muno nolufu. Musigale anu musabhwe.”
καὶ λέγειν αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.
35 Yesu agendele imbele katilu, nateja ebhijwi, nasabhwa, yakabheye bhwakisi omwanya gunu gwakansokeleko.
καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπ᾽ αὐτοῦ ἡ ὥρα,
36 Aikile,”Aba, Lata, Amagambo gone kwawe agatulikana. Nsosishao echikompe chinu. Nawe kutali kwelyenda lyani, tali kulyenda lyao.”
καὶ ἔλεγεν· ἀββᾶ ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον ἀπ᾽ ἐμοῦ τοῦτο· ἀλλ᾽ οὐ τί ἐγὼ θέλω, ἀλλ᾽ εἴ τι σύ.
37 Asubhile nabhasanga bhamamile, namubhwila Petro, “Simon, mumamile? mutatulile okusabhwa nolo esaa limwi?
καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι;
38 mulasabhwa koleleki mutaja mukengila mubhi bhibhi. Chimali omwoyo nibhando, nawe omubhili nimufuye.”
γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
39 Agengele okusabhwatena, naika amagambo galya galya.
καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών.
40 Ejiletena nabhasanga bhamamile, kulwokubwa ameso gebhwe galiga galimasito bhatamenyele haike chiya.
καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ.
41 Ejile kulwakasatu nabhabhwila, “Muchali mumamile no woya? Yeya! Akatungu kakinga. Lola! Omwana wo munu abhamusila mumabhoko gabhanu bhebhi bhibhi.
καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε! ἀπέχει· ἦλθεν ἡ ὥρα· ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν·
42 Mwimuke, chigende. Lola, oyo kangusha alyayeyi.”
ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικε.
43 Omwanya ogwo aliga achaloma, Yuda, umwi wabhaliya ekumi nabhabhili, nakinga, nalikumo lyanfu lya bhatangasha abhakulu, abhandiki nabhakaluka bhe bhitemelo nama bhumilo.
Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπεσταλμένοι παρὰ τῶν ἀρχιερέων καὶ γραμματέων καὶ τῶν πρεσβυτέρων.
44 akatungu ako oyoaliga abhasokele muchiwi abhayanile echimenyegesho, naika, oyonilamubusu niwe omwene. Mumu gwate namumusile ansi yobhwangalisi.
δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς.
45 Akatungu Yuda ejile akakinga, agendende chimwi mpaka ku Yesu naika, “Mwiigisha!” namubusu.
καὶ ἐλθὼν εὐθέως προσελθὼν αὐτῷ λέγει· χαῖρε, ῥαββί, καὶ κατεφίλησεν αὐτόν.
46 Niwo nibhamuta ansi yobhwangalisi nibhamugwata.
οἱ δὲ ἐπέβαλον ἐπ᾽ αὐτὸν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν.
47 Nawe umwi kwebhwe oyoaliga emeleguyu nage asolotoye echitemelo chaye namubhuma omukosi wa kuhani omukulu namutema okutwi.
Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
48 Yesu nabhabhwila, “Mwaja okungwata nebhilwanilo kuti nilimwifi?
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με·
49 Kenu bhulisiku naliga nilinemwe nibheigisha mukanisa, mutangwatile. Nawe linu lyakolekana ligambo likinge kubhutelo.
καθ᾽ ἡμέραν πρὸς ὑμᾶς ἤμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. ἀλλ᾽ ἵνα πληρωθῶσιν αἱ γραφαί.
50 Nabhaliya bhona abhobhaliga bhalina Yesu bhamusigile nibhabhilima.
καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες.
51 Musigaji umwi amulubhile, oyoaliga afwaye isukala eyoaliga eswikiye imusingilisishe; nawe bhamugwatile
Καὶ εἷς τις νεανίσκος ἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ· καὶ κρατοῦσιν αὐτὸν οἱ νεανίσκοι.
52 Abhatesukile naisiga isuka aliya nabhilima tuyu.
ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ᾽ αὐτῶν.
53 Bhamulibhasishe Yesu okuja ku kuhani omukulu. niwo bheyanjile nage amwi nabha kuhani abhakulu bhone, abhakaluka, nabhandiki.
Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.
54 Petro ona amulubhilishaga Yesu alikula, naja kwiuwa ewa kuhani omukulu. Neyanja amwi nabhalindi, abhobhaliga bhalyayeyi nomulilo nibhabhila bhabhote imbita.
καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς.
55 Omwanya ogwo bhakuhani abhakulu bhone nalibhalaja lyone bhaliga nibhaiga obhubhambasi ku Yesu bhamwite. Nawe bhatabhubhwene.
Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον·
56 Kulwokubha bhanu bhanfu bhaletele obhubhambasi bhwolulimi ku mwene, tali obhubhambasi bhwebhwe bhutasusene.
πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.
57 Abhandi bhemelegeyu nibhaleta obhumbambasi bhwolulimi ku mwene; nibhaika,
καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ λέγοντες
58 “Chamunguye naika, Enilinyamula likanisa linu elyo lyakonjelwe namabhoko, na mumwanya gwansiku esatu enumbaka elindi elyo litakumbakwa namabhoko.”
ὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.
59 Nawe nolo obhubhambasi bhwebhwe bhutasusene.
καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.
60 Kuhani omukulu emeleguyu agati yebhwe namubhusha Yesu, “utakusubhya chonachona?” Abhanu bhanu abhakubhambalila chinuki kwawe?”
καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς τὸ μέσον ἐπηρώτα τὸν Ἰησοῦν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν;
61 Nawe ajibhiye ataikile chonachona. Niwo kuhani omukulu namubhusha, “Nawe kristo, omwana wo mubhalikwa?
ὁ δὲ ἐσιώπα καὶ οὐδὲν ἀπεκρίνατο. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ;
62 Yesu naika, “Nanye omwene. Ulimulola omwana wo munu eyanjile mukubhoko kwobhulyo kwamanaga naja namele gamulwile.”
ὁ δὲ Ἰησοῦς εἶπεν· ἐγώ εἰμι· καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
63 Kuhani omukulu nabhiililwa nesa ingubho yaye naika, “chichali chichenda abhabhambasi?”
ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· τί ἔτι χρείαν ἔχομεν μαρτύρων;
64 Mwongwa ikufulu. Obhulamusi bhwemwe nibhuya?” bhone bhamulamuye lwomunuyo endwaga afwe.
ἠκούσατε πάντως τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου.
65 Abhandi bhambile akumufubhulila amachwanta nibhamuswikila obhusu nibhamubhuma nibhamubhwila, “bhalikisha!” Bhaafisa bhamugegele nibhamubhuma.
Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· προφήτευσον ἡμῖν τίς ἐστιν ὁ παίσας σε. καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλον.
66 Akatungu Petro aliga achali ansi yaliuwa, mukosi umwi omugasi wa kuhani omukulu ejile kwaye.
Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως,
67 Amulolele petro awoaliga emeleguyu nabhila omulilo, namulola namwililako. niwo naika, “Aweona waliga ulina Omunazaleti, Yesu”.
καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· καὶ σὺ μετὰ τοῦ Ἰησοῦ τοῦ Ναζαρηνοῦ ἦσθα.
68 Nawe alemele naika, “Nitakumenya chonachona echo owaika!” Niwo nasokawo nagenda anja. Naing'oko nikokolima.
ὁ δὲ ἠρνήσατο λέγων· οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησε.
69 Nawe omukosi wechigasi uliya, amulolele namba okubha bhwilwa bhuyaya bhaliya abhobhaliga bhemeleguyu aliya, “Omunu unu niumwi nabhaliya!”
καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι οὗτος ἐξ αὐτῶν ἐστιν.
70 Nawe alemele bhusibhusi. mwanya mutilu abho bhaliga bhemeleguyu aliya bhaliga nibhamubhwila Petro, “Nawe awe uliumwi webhwe, kulwokubha aweona uli Mugalilaya.”
ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει.
71 Nawe ambile okwitula mwenekili ansi yalifumilisho nolema, “Nitakumumenya omunu unu oyomwaika.”
ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε.
72 Niwo ing'okolomi nikokolima lwakabhili. Niwo Petro nechuka emisango ejo Yesu aliga amubhwiliye: “ing'oko ichali kukokolima lwakabhili, oundema kasatu.” Niwo nagwa ansi nalila.
καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὃ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δίς, ἀπαρνήσῃ με τρίς· καὶ ἐπιβαλὼν ἔκλαιε.