< Marko 13 >
1 Yesu aliga nalibhata nasoka mkanisa, umwi mubhanafunzi bhaye namubhusha, “Mwiigisha, lola amabhwii ganu agalugusha namayumba!”
Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.
2 Namubhwila, oulala amayumba ganu amanfu? litaliwo nolo libhwii limwi elyo lilasigala ingulu yelyejabho elyo litaligwishwa ansi.”
Καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ, Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; Οὐ μὴ ἀφεθῇ λίθος ἐπὶ λίθῳ, ὃς οὐ μὴ καταλυθῇ.
3 Niwo aliga eyanjile ingulu yalibhanga lye mizeituni inyuma ya ikanisa, Petro, Yakobho, Yohana na Andrea Nibhamubhusha kwebhiwewe,
Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτων αὐτὸν κατ᾿ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας,
4 “Chibhwile, amagambo ganu agabha lii? Niki echimwenyegesho cha magambo ganu obhonekana?”
Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι;
5 Yesu ambile okubhabhwila, “Mulabha bhengeso munu Wonawona ataja okubhayabhya.
Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς αὐτοῖς ἤρξατο λέγειν, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ.
6 Bhanfu bhalija kwalisina lyani nibhaika, 'Anye niwe', nabhabhajiga bhanfu.
Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες ὅτι Ἐγώ εἰμι· καὶ πολλοὺς πλανήσουσιν.
7 Mukongwa obhulemo, mutaja kubhaya; amagambo ganu galibhonekana, Tali obhutelo bhuchali.
Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ᾿ οὔπω τὸ τέλος.
8 Insi ilimelegulu nisijana neyejabho, nobhukama bhulisijana nobhwejabho. galibhayo amasingisha chalo nainjala. bhunu nibhwambilo bhwolufu.
Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ ἔσονται λιμοὶ καὶ ταραχαί· ἀρχαὶ ὠδίνων ταῦτα.
9 Muwe bhengeso. Abhabhasila kumabhalaja, mulibhumwa munyumba josabhila. abhabhemelegushu, mubhusu bhwa bhatangasha nabhakama kwalisina lyani, kuti bhubhambasi bhwebhwe.
Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς.
10 Nawe ligambo chitali likinge munsi jona.
Καὶ εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον.
11 Labha bhakabha gwata nokubhasila, mutajakubhaya echo mulaika. Munda yomwanya ogwo, abhabhayana chiya chokwaika; mutaliloma emwe, tali moyo mwela.
Ὅταν δὲ ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε· ἀλλ᾿ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον.
12 Owabho alimubheelesha owabho nibhamwita. Esemwene nomwana waye. abhana bhalibhendelesha bhesemwene nibhabheta.
Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς.
13 Bhali bhabhiililwa nabhuli munu kwalisina lyani. Nawe oyo alekomesha mpakakubhutelo, omunu oyo alikila.
Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
14 Mukalola libhiililwa lyo bhunyamuke limeleguyu aolitakwendibhwa kubha (oyokasoma namwenye) niwo abho bhalimunda ya Yuda bhabhilimile mumabhanga.
Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, ἑστὼς ὅπου οὐ δεῖ — ὁ ἀναγινώσκων νοείτω — τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη·
15 Oyo aliingulu yainyumba atatuka ansi, nolokugega chonachona echochilianja,
ὁ δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν, μηδὲ εἰσελθέτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ·
16 Noyo alimwishamba atasubha okugega ingubho yaye.
καὶ ὁ εἰς τὸν ἀγρὸν ὢν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω, ἆραι τὸ ἱμάτιον αὐτοῦ.
17 Nawe lulibhabhona abhagasi abhagasi bhajinda nabhanenya munaku ejo!
Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
18 Musabhe ati gatabhonekana mukatungu kaimbeo.
Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος.
19 kulwokubha ilibhao inyanko nyanfu, eyo ichaliga kubhonekana okusoka Nyamuwanga amogee insi, mpakalelo, italiwo, italibhonekana bhuyaya.
Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλίψις, οἵα οὐ γέγονε τοιαύτη ἀπ᾿ ἀρχῆς κτίσεως ἧς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν, καὶ οὐ μὴ γένηται.
20 Mpakabhwana apunguje jinsiku, gutaliwo mubhili ogwo gulikila, tali kwabho bhasolelwe, abho alibhasola, alipunguja jinsiku.
Καὶ εἰ μὴ Κύριος ἐκολόβωσε τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτούς, οὓς ἐξελέξατο, ἐκολόβωσε τὰς ἡμέρας.
21 Akatungu ako munu Wonawona akabhabhwila, lola Yesu alyanu naliya! mutekilisha.
Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἰδού, ὧδε ὁ Χριστός, ἢ Ἰδού, ἐκεῖ, μὴ πιστεύσητε.
22 Kulwokubha abha Kristo nabhalagi bholulimi bhalisosha ebhimenyegesho nebhilugusho, koleleki bhabhajige, nabhaliya abhasolwa.
Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα, πρὸς τὸ ἀποπλανᾷν, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.
23 Mulabha bhengeso! Nabhabhwila ganu gone kachali akatungu.
Ὑμεῖς δὲ βλέπετε· ἰδού, προείρηκα ὑμῖν πάντα.
24 Tali ikalabhao inyanko yajinsiku ejo, lisubha lilibha mwilima, okwesi kutalyaka,
Ἀλλ᾿ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλίψιν ἐκείνην, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
25 Jinyota jiligwa okusoka mulwile, namanaga ago galimulwile bhaligongwa.
καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
26 Niwo bhalimulola omwana womunu naja mumele kwa managa manfu nalikusho.
Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης.
27 Niwo alilagilisha bhamalaika bhaye nalibhakumanya abhasolwa bhaye okusoka mumbala jone jechalo, okusoka kubhumalisisho bhwechalo nakubhutelo bhwolwile.
Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ, καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾿ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.
28 Kwamutini mwiigile. lwakutyo litabhi elitula okulagasha nokutako bhwangu amabhabhi gaye, niwo mulimenya olwanda lulyayeyi.
Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν αὐτῆς ἤδη ὁ κλάδος ἁπαλὸς γένηται, καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·
29 Nkokutyo jili, Mukalola amagambo ganu nigabhonekana, mumenye ati alyayeyi, nomulyango.
οὕτω καὶ ὑμεῖς, ὅταν ταῦτα ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
30 Chimali, enibhabhwila, Olwibhulo lunu lutakulabhao kula amagambo ganu gachali obhonekana.
Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, μέχρις οὗ πάντα ταῦτα γένηται.
31 Olwile nainsi jililabhao, tali ligambo lyani litalilabhao kafwile.
Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.
32 Nawe olusiku olwo nakatungu, ataliwo oyakamenya, nolo bhamalaika bha Mulwile nolo Mwana tali Lata.
Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.
33 Mulabha bhengeso, Lola, kulwokubha mutakumenya nikatunguki agabhonekana. “Mulangalila, mulole namulasabhwa”
Βλέπετε, ἀγρυπνεῖτε καὶ προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.
34 Nilwakutyo omunu kaja mulugendo: nasiga inyumba yaye, namutamo omwangalisi waye abhe mutangasha wainyumba, bhuli umwi nomulimu gwaye, nokumubhwila omulindi angalile.
Ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
35 Mbe mulangalila! kulwokubha mutakumenya nilii kanyanyumba kasubha ika, amwi nikegolo, amwi ingeta, amwi mulugulu amwi akatondo.
Γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ὀψέ, ἢ μεσονυκτίου, ἢ ἀλεκτοροφωνίας, ἢ πρωΐ·
36 akaja mwanya gwona gwona, atabhasanga mumamile.
μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας.
37 Echo enaika nawe enaika nabhulimunu. Mulasabhwa”!
Ἃ δὲ ὑμῖν λέγω πᾶσι λέγω, Γρηγορεῖτε.