< ローマ人への手紙 11 >

1 第三款 イスラエル人に取りての大いなる慰 然らば我は言はん、神は其民を棄て給ひしかと、然らず、其は我もイスラエル人にして、アブラハムの裔、ベンヤミンの族なればなり。
Λέγω οὖν, μὴ ἀπώσατο ὁ ˚Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο! Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν.
2 神は豫知し給ひし己の民を棄て給はざりしなり。汝等エリアに就きて聖書の曰へる事を知らざるか、即ち彼イスラエル人を神に訟へて言へらく、
Οὐκ ἀπώσατο ὁ ˚Θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω. Ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ Γραφή, ὡς ἐντυγχάνει τῷ ˚Θεῷ κατὰ τοῦ Ἰσραήλ;
3 「主よ、彼等は主の預言者等を殺し、悉く主の祭壇を毀てり、然て我一人殘れるに、尚我命を求めんとするなり」と。
“˚Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσιν τὴν ψυχήν μου.”
4 而して神の御答に何と曰へるぞ、「我は己の為に、バアルの前に跪かざる七千の男子を殘したるなり」と。
Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; “Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.”
5 斯の如く、今の時も亦恩寵の撰に由りて殘れる者は救はれたり。
Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ, λεῖμμα κατʼ ἐκλογὴν χάριτος γέγονεν.
6 恩寵に由れば業に由るに非ず、然らざれば恩寵は最早恩寵に非ざるべし。
Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις.
7 然らば何ぞや、イスラエル人は其求め居たりし所を得ず、撰まれたる人は之を得て、他の人は頑固になれり。
Τί οὖν; Ὃ ἐπιζητεῖ Ἰσραήλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν,
8 録して、「神は彼等に茫然たる精神、見得べからざる目、聞得べからざる耳を賜ひて今日に至る」、とあるが如し。
καθὼς γέγραπται, “Ἔδωκεν αὐτοῖς ὁ ˚Θεὸς πνεῦμα κατανύξεως”, “Ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.”
9 ダヴィド又曰く「願はくは彼等の食卓、網となり、罠となり、躓くものとなり、報となれかし、
Καὶ Δαυὶδ λέγει, “Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα, καὶ εἰς θήραν, καὶ εἰς σκάνδαλον, καὶ εἰς ἀνταπόδομα αὐτοῖς.
10 其目は眩みて見えざらしめ、其背は何時も屈ましめ給へ」、と。
Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν, τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.”
11 然れば我は言はん、彼等の躓きしは倒れん為なるかと、然らず、却て彼等を妬ましむる様、其堕落によりて、救は異邦人の上に來れり。
Λέγω οὖν μὴ ἔπταισαν, ἵνα πέσωσιν; Μὴ γένοιτο! Ἀλλὰ τῷ αὐτῶν παραπτώματι, ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς.
12 若彼等の堕落が世の富となり、其減少は異邦人の富とならば、况や彼等の全數をや。
Εἰ δὲ τὸ παράπτωμα αὐτῶν, πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν, πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν;
13 蓋我、汝等異邦人に謂はん、我異邦人の使徒たる間は、我が[聖]役に榮誉を來さん。
Ὑμῖν δὲ λέγω, τοῖς ἔθνεσιν. Ἐφʼ ὅσον μὲν οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω,
14 是如何にもして、我骨肉たる者を刺激して之を励まし、其幾何かを救はん為なり。
εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν.
15 蓋彼等の排斥が世の和睦とならば、其採用は豈死より再生するに同じからざらんや。
Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσλημψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν;
16 若麪の初穂聖ならば全體も然あるべく、根聖ならば枝も然あるべし。
Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.
17 假令幾何かの枝折られて、野生の橄欖たりし汝之に接がれ、橄欖の根と液汁とを共にするものとなりたりとも、
Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς, καὶ συγκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου,
18 枝に向ひて誇ること勿れ、誇らんとするも、汝が根を保つに非ずして根こそ汝を保つなれ。
μὴ κατακαυχῶ τῶν κλάδων. Εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλʼ ἡ ῥίζα σέ.
19 汝或は言はん、枝の折られしは我が接がれん為なりと。
Ἐρεῖς οὖν, “Ἐξεκλάσθησαν κλάδοι, ἵνα ἐγὼ ἐγκεντρισθῶ.”
20 諾し、彼等は其不信仰に由りて折られしに、汝は信仰に由りて立てるなり。然れど驕ること勿れ、却て懼れよ。
Καλῶς, τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. Μὴ ὑψηλὰ φρόνει, ἀλλὰ φοβοῦ.
21 蓋神は原樹の枝を惜み給はざりしなれば、恐くは汝をも惜み給はざるべし。
Εἰ γὰρ ὁ ˚Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, οὐδὲ σοῦ φείσεται.
22 然れば神の慈愛と厳格とを見よ、倒れし人々に對しては惟厳格、汝に對しては惟慈愛、但是汝が其慈愛に止ればのみ、然らずんば汝も取除かるべし。
Ἴδε οὖν, χρηστότητα καὶ ἀποτομίαν ˚Θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομία, ἐπὶ δὲ σὲ, χρηστότης ˚Θεοῦ, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι, ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ.
23 彼等も若不信仰に止らずば接がるるならん、其は神は再び之を接ぐことを得給へばなり。
Κἀκεῖνοι δέ ἐὰν μὴ ἐπιμένωσιν τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται· δυνατὸς γάρ ἐστιν ὁ ˚Θεὸς πάλιν ἐγκεντρίσαι αὐτούς.
24 汝は生來野生なる橄欖より切取られ、其本性に反して好き橄欖に接がれたれば、况や本性のものが原の橄欖に接がるるをや。
Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι, οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;
25 兄弟等よ、自ら敏しとする事なからん為に、我は汝等が此奥義を知らざるを好まず、即ちイスラエルの幾部分の頑固になれるは、異邦人全體の入來るまでなり。
Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε ἐν ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρι οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ,
26 斯てイスラエルは挙りて救はるるに至るべし、録して、「救ふ者シオンに來り、ヤコブより不敬を去らしめん。
καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται, καθὼς γέγραπται, “Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ.
27 我彼等の罪を取除きたらん時、彼等と結ぶべき約束は是なり」、とあるが如し。
Καὶ αὕτη αὐτοῖς, ἡ παρʼ ἐμοῦ διαθήκη”, “Ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.”
28 福音に就きては、彼等汝等の為に敵なれども、選抜に就きては其祖先の為に至愛の者なり、
Κατὰ μὲν τὸ εὐαγγέλιον, ἐχθροὶ διʼ ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν, ἀγαπητοὶ διὰ τοὺς πατέρας.
29 其は神の賜と召とは、取消さるる事なければなり。
Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ ˚Θεοῦ.
30 斯て汝等も原神に從はざりしに、今や彼等の不從順に由りて慈悲を蒙りし如く、
Ὥσπερ γὰρ ὑμεῖς ποτε ἠπειθήσατε τῷ ˚Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ,
31 今彼等の從はざるも亦汝等の[蒙りし]慈悲に由りて己も慈悲を蒙らん為なり。
οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει, ἵνα καὶ αὐτοὶ νῦν ἐλεηθῶσιν.
32 是衆人を憫み給はん為に、神が之を不從順に籠め給へるなり。 (eleēsē g1653)
Συνέκλεισεν γὰρ ὁ ˚Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ. (eleēsē g1653)
33 嗚呼高大なる哉、神の富と智恵と知識と。其判定の覚り難さよ、其道の極め難さよ。
Ὦ βάθος πλούτου, καὶ σοφίας καὶ γνώσεως ˚Θεοῦ! Ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!
34 誰か主の御心を知り、誰か之と共に議りたるぞ。
“Τίς” γὰρ “ἔγνω νοῦν ˚Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;”
35 誰か先之に與へて、其報を得ん者ぞ。
“Ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;”
36 蓋萬事は彼に倚りて彼を以て彼の為に在り、光榮世々彼に歸す、アメン。 (aiōn g165)
Ὅτι ἐξ αὐτοῦ, καὶ διʼ αὐτοῦ, καὶ εἰς αὐτὸν, τὰ πάντα. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν! (aiōn g165)

< ローマ人への手紙 11 >