< コリント人への手紙第二 13 >

1 今や我三度汝等に至とす、二三の證人の口に由りて、凡ての事決せらるべし。
Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς. “Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.”
2 既に告げし事ながら、今我其處に居らざれども居ると等しく、前に罪を犯しし人々及び他の凡ての人にも告ぐ、我再び至らば決して恕さじ。
Προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν τοῖς προημαρτηκόσιν, καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι.
3 汝等キリストの我に於て語り給ふ證據を求めんとすれば、キリストは汝等に向ひて弱く在さず、汝等の中に大いに能力あり。
Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος ˚Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν.
4 蓋弱きによりて十字架に釘けられ給ひしかど、神の力によりて活き給へばなり。即ち我等も彼に於て弱しと雖も、神の力によりて彼と共に汝等の中に活きんとす、
Καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως ˚Θεοῦ. Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζήσομεν σὺν αὐτῷ ἐκ δυνάμεως ˚Θεοῦ εἰς ὑμᾶς.
5 汝等信仰に在るや否やを、自ら試み自ら證せよ、汝等の中にキリストの在す事を自ら知らざるか、或は非認せられたる者なるか、
Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς, ὅτι ˚Χριστὸς ˚Ἰησοῦς ἐν ὑμῖν, εἰ μήτι ἀδόκιμοί ἐστε;
6 我は我等の非認せられたる者に非ざるを汝等の知らん事を希望す。
Ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.
7 我等が神に祈るは、汝等の豪も惡を為さざらん事是なり。是我等の是認せられたる事の顕れん為に非ずして、假令我等は非認せらるとも、汝等が善事を行はん為なり。
Εὐχόμεθα δὲ πρὸς τὸν ˚Θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλʼ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.
8 蓋我等は眞理の為に力あり、之に背きては何事も能はざればなり。
Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλʼ ὑπὲρ τῆς ἀληθείας.
9 我は我等の弱く汝等の強きを喜ぶ、又我が祈る所は汝等の改善なり。
Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε. Τοῦτο καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν.
10 不在にして是等の事を書贈るは我が至らん時、亡ぼさん為ならで立てん為に主より賜りたる権力を以て、餘りに厳しくせざらんとてなり。
Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι, κατὰ τὴν ἐξουσίαν ἣν ὁ ˚Κύριος ἔδωκέν μοι εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν.
11 其外兄弟等よ、汝等喜び且完全にして、相慰め、心を同うして平和を保て、然らば平和と愛との神は汝等と共に在さん。
Λοιπόν ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ ˚Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθʼ ὑμῶν.
12 聖なる接吻を以て互に宜しく言へ、
Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι.
13 聖徒等皆汝等に宜しくと言へり。
Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.
14 願はくは我主イエズス、キリストの恩寵と、神の寵愛と、聖霊の交際と、汝等一同と共に在らん事を、アメン。
Ἡ χάρις τοῦ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ ˚Θεοῦ, καὶ ἡ κοινωνία τοῦ Ἁγίου ˚Πνεύματος, μετὰ πάντων ὑμῶν.

< コリント人への手紙第二 13 >