< イザヤ書 27 >
1 その日、主は堅く大いなる強いつるぎで逃げるへびレビヤタン、曲りくねるへびレビヤタンを罰し、また海におる龍を殺される。
τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν καὶ ἀνελεῖ τὸν δράκοντα
τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλός ἐπιθύμημα ἐξάρχειν κατ’ αὐτῆς
3 主なるわたしはこれを守り、常に水をそそぎ、夜も昼も守って、そこなう者のないようにする。
ἐγὼ πόλις ἰσχυρά πόλις πολιορκουμένη μάτην ποτιῶ αὐτήν ἁλώσεται γὰρ νυκτός ἡμέρας δὲ πεσεῖται τὸ τεῖχος
4 わたしは憤らない。いばら、おどろがわたしと戦うなら、わたしは進んでこれを攻め、皆もろともに焼きつくす。
οὐκ ἔστιν ἣ οὐκ ἐπελάβετο αὐτῆς τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν τοίνυν διὰ τοῦτο ἐποίησεν κύριος ὁ θεὸς πάντα ὅσα συνέταξεν κατακέκαυμαι
5 それを望まないなら、わたしの保護にたよって、わたしと和らぎをなせ、わたしと和らぎをなせ」。
βοήσονται οἱ ἐνοικοῦντες ἐν αὐτῇ ποιήσωμεν εἰρήνην αὐτῷ ποιήσωμεν εἰρήνην
6 後になれば、ヤコブは根をはり、イスラエルは芽を出して花咲き、その実を全世界に満たす。
οἱ ἐρχόμενοι τέκνα Ιακωβ βλαστήσει καὶ ἐξανθήσει Ισραηλ καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ
7 主は彼らを撃った者を撃たれたように彼らを撃たれたか。あるいは彼らを殺した者が殺されたように彼らは殺されたか。
μὴ ὡς αὐτὸς ἐπάταξεν καὶ αὐτὸς οὕτως πληγήσεται καὶ ὡς αὐτὸς ἀνεῖλεν οὕτως ἀναιρεθήσεται
8 あなたは彼らと争って、彼らを追放された。主は東風の日に、その激しい風をもって彼らを移しやられた。
μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ
9 それゆえ、ヤコブの不義はこれによって、あがなわれる。これによって結ぶ実は彼の罪を除く。すなわち彼が祭壇のすべての石を砕けた白堊のようにし、アシラ像と香の祭壇とを再び建てないことである。
διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ιακωβ καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ ὅταν ἀφέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν ὅταν θῶσιν πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτήν καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν
10 堅固な町は荒れてさびしく、捨て去られたすまいは荒野のようだ。子牛はそこに草を食い、そこに伏して、その木の枝を裸にする。
τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται ὡς ποίμνιον καταλελειμμένον καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα καὶ ἐκεῖ ἀναπαύσονται
11 その枝が枯れると、折り取られ、女が来てそれを燃やす。これは無知の民だからである。それゆえ、彼らを造られた主は彼らをあわれまれない。彼らを形造られた主は、彼らを恵まれない。
καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὰ τὸ ξηρανθῆναι γυναῖκες ἐρχόμεναι ἀπὸ θέας δεῦτε οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν διὰ τοῦτο οὐ μὴ οἰκτιρήσῃ ὁ ποιήσας αὐτούς οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσῃ
12 イスラエルの人々よ、その日、主はユフラテ川からエジプトの川にいたるまで穀物の穂を打ち落される。そしてあなたがたは、ひとりびとり集められる。
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμφράξει κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως Ῥινοκορούρων ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ισραηλ κατὰ ἕνα ἕνα
13 その日大いなるラッパが鳴りひびき、アッスリヤの地にある失われた者と、エジプトの地に追いやられた者とがきて、エルサレムの聖山で主を拝む。
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσιν τῇ σάλπιγγι τῇ μεγάλῃ καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ καὶ προσκυνήσουσιν τῷ κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ιερουσαλημ