< 歴代誌Ⅰ 12 >

1 ダビデがキシの子サウルにしりぞけられて、なおチクラグにいた時、次の人々が彼のもとに来た。彼らはダビデを助けて戦った勇士たちのうちにあり、
καὶ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυιδ εἰς Σωκλαγ ἔτι συνεχομένου ἀπὸ προσώπου Σαουλ υἱοῦ Κις καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ
2 弓をよくする者、左右いずれの手をもってもよく矢を射、石を投げる者で、ともにベニヤミンびとで、サウルの同族である。
καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις ἐκ τῶν ἀδελφῶν Σαουλ ἐκ Βενιαμιν
3 そのかしらはアヒエゼル、次はヨアシで、ともにギベア出身のシマアの子たちである。またエジエルとペレテで、ともにアズマウテの子たちである。またベラカおよびアナトテ出身のエヒウ。
ὁ ἄρχων Αχιεζερ καὶ Ιωας υἱὸς Ασμα τοῦ Γεβωθίτου καὶ Ιωηλ καὶ Ιωφαλητ υἱοὶ Ασμωθ καὶ Βερχια καὶ Ιηουλ ὁ Αναθωθι
4 またギベオン出身のイシマヤ、彼は三十人のうちの勇士で、その三十人の長である。またエレミヤ、ヤハジエル、ヨハナン、ゲデラ出身のヨザバデ、
καὶ Σαμαιας ὁ Γαβαωνίτης δυνατὸς ἐν τοῖς τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα Ιερμιας καὶ Ιεζιηλ καὶ Ιωαναν καὶ Ιωζαβαδ ὁ Γαδαραθι
5 エルザイ、エリモテ、ベアリヤ、シマリヤ、ハリフびとシパテヤ、
Ελιαζαι καὶ Ιαριμουθ καὶ Βααλια καὶ Σαμαρια καὶ Σαφατια ὁ Χαραιφι
6 エルカナ、イシア、アザリエル、ヨエゼル、ヤショベアムで、これらはコラびとである。
Ηλκανα καὶ Ιησουνι καὶ Οζριηλ καὶ Ιωαζαρ καὶ Ιεσβοαμ οἱ Κορῖται
7 またゲドルのエロハムの子たちであるヨエラおよびゼバデヤである。
καὶ Ελια καὶ Ζαβαδια υἱοὶ Ιρααμ υἱοὶ τοῦ γεδωρ
8 ガドびとのうちから荒野の要害に来て、ダビデについた者は皆勇士で、よく戦う軍人、よく盾とやりをつかう者、その顔はししの顔のようで、その速いことは山にいるしかのようであった。
καὶ ἀπὸ τοῦ Γαδδι ἐχωρίσθησαν πρὸς Δαυιδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου αἴροντες θυρεοὺς καὶ δόρατα καὶ πρόσωπον λέοντος πρόσωπα αὐτῶν καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει
9 彼らのかしらはエゼル、次はオバデヤ、第三はエリアブ、
Αζερ ὁ ἄρχων Αβδια ὁ δεύτερος Ελιαβ ὁ τρίτος
10 第四はミシマンナ、第五はエレミヤ、
Μασεμαννη ὁ τέταρτος Ιερμια ὁ πέμπτος
11 第六はアッタイ、第七はエリエル、
Εθθι ὁ ἕκτος Ελιαβ ὁ ἕβδομος
12 第八はヨナハン、第九はエルザバデ、
Ιωαναν ὁ ὄγδοος Ελιαζερ ὁ ἔνατος
13 第十はエレミヤ、第十一はマクバナイである。
Ιερμια ὁ δέκατος Μαχαβανναι ὁ ἑνδέκατος
14 これらはガドの子孫で軍勢の長たる者、その最も小さい者でも百人に当り、その最も大いなる者は千人に当った。
οὗτοι ἐκ τῶν υἱῶν Γαδ ἄρχοντες τῆς στρατιᾶς εἷς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις
15 正月、ヨルダンがその全岸にあふれたとき、彼らはこれを渡って、谷々にいる者をことごとく東に西に逃げ走らせた。
οὗτοι οἱ διαβάντες τὸν Ιορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνατολῶν ἕως δυσμῶν
16 ベニヤミンとユダの子孫のうちの人々が要害に来て、ダビデについた。
καὶ ἦλθον ἀπὸ τῶν υἱῶν Βενιαμιν καὶ Ιουδα εἰς βοήθειαν τοῦ Δαυιδ
17 ダビデは出て彼らを迎えて言った、「あなたがたが好意をもって、わたしを助けるために来たのならば、わたしの心もあなたがたと、ひとつになりましょう。しかし、わたしの手になんの悪事もないのに、もしあなたがたが、わたしを欺いて、敵に渡すためであるならば、われわれの先祖の神がどうぞみそなわして、あなたがたを責められますように」。
καὶ Δαυιδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς εἰ εἰς εἰρήνην ἥκατε πρός με εἴη μοι καρδία καθ’ ἑαυτὴν ἐφ’ ὑμᾶς καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός ἴδοι ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ ἐλέγξαιτο
18 時に霊が三十人の長アマサイに臨み、アマサイは言った、「ダビデよ、われわれはあなたのもの。エッサイの子よ、われわれはあなたと共にある。平安あれ、あなたに平安あれ。あなたを助ける者に平安あれ。あなたの神があなたを助けられる」。そこでダビデは彼らを受けいれて部隊の長とした。
καὶ πνεῦμα ἐνέδυσε τὸν Αμασαι ἄρχοντα τῶν τριάκοντα καὶ εἶπεν πορεύου καὶ ὁ λαός σου Δαυιδ υἱὸς Ιεσσαι εἰρήνη εἰρήνη σοι καὶ εἰρήνη τοῖς βοηθοῖς σου ὅτι ἐβοήθησέν σοι ὁ θεός σου καὶ προσεδέξατο αὐτοὺς Δαυιδ καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων
19 さきにダビデがペリシテびとと共にサウルと戦おうと攻めて来たとき、マナセびと数人がダビデについた。(ただしダビデはついにペリシテびとを助けなかった。それはペリシテびとの君たちが相はかって、「彼はわれわれの首をとって、その主君サウルのもとに帰るであろう」と言って、彼を去らせたからである。)
καὶ ἀπὸ Μανασση προσεχώρησαν πρὸς Δαυιδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαουλ εἰς πόλεμον καὶ οὐκ ἐβοήθησεν αὐτοῖς ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς τὸν κύριον αὐτοῦ Σαουλ
20 ダビデがチクラグへ行ったとき、マナセびとアデナ、ヨザバデ、エデアエル、ミカエル、ヨザバデ、エリウ、ヂルタイが彼についた。皆マナセびとの千人の長であった。
ἐν τῷ πορευθῆναι αὐτὸν εἰς Σωκλαγ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασση Εδνα καὶ Ιωζαβαθ καὶ Ιωδιηλ καὶ Μιχαηλ καὶ Ιωσαβεθ καὶ Ελιμουθ καὶ Σελαθι ἀρχηγοὶ χιλιάδων εἰσὶν τοῦ Μανασση
21 彼らはダビデを助けて敵軍に当った。彼らは皆大勇士で軍勢の長であった。
καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυιδ ἐπὶ τὸν γεδδουρ ὅτι δυνατοὶ ἰσχύος πάντες καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατιᾷ ἐν τῇ δυνάμει
22 ダビデを助ける者が日に日に加わって、ついに大軍となり、神の軍勢のようになった。
ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυιδ εἰς δύναμιν μεγάλην ὡς δύναμις θεοῦ
23 主の言葉に従い、サウルの国をダビデに与えようとして、ヘブロンにいるダビデのもとに来た武装した軍隊の数は、次のとおりである。
καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατιᾶς οἱ ἐλθόντες πρὸς Δαυιδ εἰς Χεβρων τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαουλ πρὸς αὐτὸν κατὰ τὸν λόγον κυρίου
24 ユダの子孫で盾とやりをとり、武装した者六千八百人、
υἱοὶ Ιουδα θυρεοφόροι καὶ δορατοφόροι ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως
25 シメオンの子孫で、よく戦う勇士七千百人、
τῶν υἱῶν Συμεων δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν
26 レビの子孫からは四千六百人。
τῶν υἱῶν Λευι τετρακισχίλιοι ἑξακόσιοι
27 エホヤダはアロンの家のつかさで、彼に属する者は三千七百人。
καὶ Ιωαδαε ὁ ἡγούμενος τῷ Ααρων καὶ μετ’ αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι
28 ザドクは年若い勇士で、彼の氏族から出た将軍は二十二人。
καὶ Σαδωκ νέος δυνατὸς ἰσχύι καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἴκοσι δύο
29 サウルの同族、ベニヤミンの子孫からは三千人、ベニヤミンびとの多くはなおサウルの家に忠義をつくしていた。
καὶ ἐκ τῶν υἱῶν Βενιαμιν τῶν ἀδελφῶν Σαουλ τρεῖς χιλιάδες καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἴκου Σαουλ
30 エフライムの子孫からは二万八百人、皆勇士で、その氏族の名ある人々であった。
καὶ ἀπὸ υἱῶν Εφραιμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ ἰσχύι ἄνδρες ὀνομαστοὶ κατ’ οἴκους πατριῶν αὐτῶν
31 マナセの半部族からは一万八千人、皆ダビデを王に立てようとして上って来て、名をつらねた者である。
καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση δέκα ὀκτὼ χιλιάδες οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυιδ
32 イッサカルの子孫からはよく時勢に通じ、イスラエルのなすべきことをわきまえた人々が来た。その長たる者が二百人あって、その兄弟たちは皆その指揮に従った。
καὶ ἀπὸ τῶν υἱῶν Ισσαχαρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς γινώσκοντες τί ποιήσαι Ισραηλ εἰς τὰς ἀρχὰς αὐτῶν διακόσιοι καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ’ αὐτῶν
33 ゼブルンからは五万人、皆訓練を経た軍隊で、もろもろの武具で身をよろい、一心にダビデを助けた者である。
καὶ ἀπὸ Ζαβουλων ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς πεντήκοντα χιλιάδες βοηθῆσαι τῷ Δαυιδ οὐχ ἑτεροκλινῶς
34 ナフタリからは将たる者一千人および盾とやりをとってこれに従う者三万七千人。
καὶ ἀπὸ Νεφθαλι ἄρχοντες χίλιοι καὶ μετ’ αὐτῶν ἐν θυρεοῖς καὶ δόρασιν τριάκοντα ἑπτὰ χιλιάδες
35 ダンびとからは武装した者二万八千六百人。
καὶ ἀπὸ τῶν Δανιτῶν παρατασσόμενοι εἰς πόλεμον εἴκοσι ὀκτὼ χιλιάδες καὶ ὀκτακόσιοι
36 アセルからは戦いの備えをした熟練の者四万人。
καὶ ἀπὸ τοῦ Ασηρ ἐκπορευόμενοι βοηθῆσαι εἰς πόλεμον τεσσαράκοντα χιλιάδες
37 またヨルダンのかなたルベンびと、ガドびと、マナセの半部族からはもろもろの武具で身をよろった者十二万人であった。
καὶ ἐκ πέραν τοῦ Ιορδάνου ἀπὸ Ρουβην καὶ Γαδδι καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασση ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς ἑκατὸν εἴκοσι χιλιάδες
38 すべてこれらの戦いの備えをしたいくさびとらは真心をもってヘブロンに来て、ダビデを全イスラエルの王にしようとした。このほかのイスラエルびともまた、心をひとつにしてダビデを王にしようとした。
πάντες οὗτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ καὶ ἦλθον εἰς Χεβρων τοῦ βασιλεῦσαι τὸν Δαυιδ ἐπὶ πάντα Ισραηλ καὶ ὁ κατάλοιπος Ισραηλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυιδ
39 彼らはヘブロンにダビデとともに三日いて、食い飲みした。その兄弟たちは彼らのために備えをしたからである。
καὶ ἦσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσθίοντες καὶ πίνοντες ὅτι ἡτοίμασαν αὐτοῖς οἱ ἀδελφοὶ αὐτῶν
40 また彼らに近い人々はイッサカル、ゼブルン、ナフタリなどの遠い所の者まで、ろば、らくだ、騾馬、牛などに食物を負わせて来た。すなわち麦粉の食物、干いちじく、干ぶどう、ぶどう酒、油、牛、羊などを多く携えて来た。これはイスラエルに喜びがあったからである。
καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως Ισσαχαρ καὶ Ζαβουλων καὶ Νεφθαλι ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα ἄλευρα παλάθας σταφίδας οἶνον καὶ ἔλαιον μόσχους καὶ πρόβατα εἰς πλῆθος ὅτι εὐφροσύνη ἐν Ισραηλ

< 歴代誌Ⅰ 12 >