< 使徒の働き 12 >
1 ちょうどそのころ,ヘロデ王は集会のある者たちを虐げることに手を伸ばし,
Κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας.
ἀνεῖλεν δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρῃ.
3 それがユダヤ人たちの意にかなったのを見て,ペトロをも捕らえようとした。それは種なしパンの時期であった。
⸂ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις προσέθετο συλλαβεῖν καὶ Πέτρον (ἦσαν ⸀δὲἡμέραι τῶν ἀζύμων),
4 彼を逮捕して,ろうやに入れ,四人一組の兵士四組に引き渡して監視させた。過ぎ越しの後で民の前に引き出すつもりであったのである。
ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
5 それで,ペトロはろうやに入れられており,彼のために集会によって休みなく神に祈りがささげられていた。
ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ⸀ἐκτενῶςγινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸν ⸀περὶαὐτοῦ.
6 ヘロデが彼を引き出そうとしていた前夜,ペトロは二本の鎖につながれて, 二人の兵士の間で眠っていた。番兵たちは戸口の前でろうやを見張っていた。
Ὅτε δὲ ἤμελλεν ⸂προαγαγεῖν αὐτὸν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.
7 すると見よ,主のみ使いが彼のそばに立ち,光が独房内を照らした。み使いはペトロのわき腹をたたいて起こし,「急いで立ち上がりなさい!」と言った。鎖が彼の両手から落ちた。
καὶ ἰδοὺ ἄγγελος κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· Ἀνάστα ἐν τάχει· καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν.
8 み使いは彼に言った,「服を着て,サンダルをはきなさい」。彼はそのとおりにした。み使いは彼に言った,「外衣を着て,わたしに付いて来なさい」。
εἶπεν ⸀δὲὁ ἄγγελος πρὸς αὐτόν· ⸀Ζῶσαικαὶ ὑπόδησαι τὰ σανδάλιά σου· ἐποίησεν δὲ οὕτως. καὶ λέγει αὐτῷ· Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι.
9 そこで彼はその後に付いて行った。彼はみ使いによってなされていることが現実のこととは分からず,幻を見ているものと思っていた。
καὶ ἐξελθὼν ⸀ἠκολούθει καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν.
10 第一と第二の衛兵所を過ぎ,町に通じる鉄の門のところに来ると,彼らのために門がひとりでに開いた。外に出て,一つの通りを進むと,すぐにみ使いは彼から離れた。
διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπʼ αὐτοῦ.
11 ペトロは我に返って言った,「今,確かに分かる。主はみ使いを遣わして,ヘロデの手から,またユダヤの民のあらゆるもくろみから,わたしを救い出してくださったのだ」。
καὶ ὁ Πέτρος ⸂ἐν ἑαυτῷ γενόμενος εἶπεν· Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν ⸀ὁκύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.
12 そう判断すると,またの名をマルコというヨハネの母マリアの家に行った。そこでは,大勢の人が集まって,祈っていた。
Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν ⸀τῆςΜαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι.
13 門の戸をたたくと,ロダという名の女中が応対に出た。
κρούσαντος δὲ ⸀αὐτοῦτὴν θύραν τοῦ πυλῶνος προσῆλθε παιδίσκη ὑπακοῦσαι ὀνόματι Ῥόδη,
14 ペトロの声だと分かると,彼女は喜びのあまり,門を開けもせずに中に駆け込み,ペトロが門の前に立っていると報告した。
καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος.
15 人々は彼女に言った,「あなたは気が狂っている!」 しかし彼女は本当だと言い張った。彼らは言った,「それは彼のみ使いだ」。
οἱ δὲ πρὸς αὐτὴν εἶπαν· Μαίνῃ. ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. οἱ δὲ ἔλεγον· Ὁ ἄγγελός ⸂ἐστιν αὐτοῦ.
16 しかしペトロはたたき続けていた。彼らが開けてみると,ペトロがいたので,びっくりした。
ὁ δὲ Πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδαν αὐτὸν καὶ ἐξέστησαν.
17 しかし彼は,彼らを手で制して静かにさせ,主が彼をろうやから連れ出してくれた次第を話して聞かせた。彼は言った,「これらの事をヤコブと兄弟たちに知らせなさい」。それから立ち去って,ほかの所に出て行った。
κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο αὐτοῖς πῶς ὁ κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς, εἶπέν ⸀τε Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.
18 さて,夜が明けると,いったいペトロはどうなったのかと,兵士たちの間で少なからぬ騒ぎが起こった。
Γενομένης δὲ ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο.
19 ヘロデは,彼を探しても見つからないので,番兵たちを取り調べ,彼らを死に渡すように命じた。ユダヤからカエサレアに下って行き,そこに滞在した。
Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρὼν ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι, καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας ⸀εἰςΚαισάρειαν διέτριβεν.
20 さて,ヘロデはテュロスとシドンの民にひどく腹を立てていた。彼らはそろって彼のところに来て,王の侍従官ブラスタスに取り入って,和解を求めた。彼らの地方は王の国から食糧を得ていたからである。
Ἦν ⸀δὲθυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦντο εἰρήνην διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς.
21 定められた日に,ヘロデは王衣をまとって王座に着き,彼らに向かって演説をした。
τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν ⸀καὶκαθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς·
22 民は叫んで言った,「神の声だ,人間の声ではない!」
ὁ δὲ δῆμος ἐπεφώνει· ⸂Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου.
23 すぐに主のみ使いが彼を打った。神に栄光を帰さなかったからである。彼はうじに食われて死んだ。
παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος κυρίου ἀνθʼ ὧν οὐκ ἔδωκεν ⸀τὴνδόξαν τῷ θεῷ, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν.
Ὁ δὲ λόγος τοῦ ⸀θεοῦηὔξανεν καὶ ἐπληθύνετο.
25 バルナバとサウロは,奉仕の務めを果たしたのち,またの名をマルコというヨハネを連れて,エルサレムに帰って来た。
Βαρναβᾶς δὲ καὶ Σαῦλος ὑπέστρεψαν, ⸀εἰςἸερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, ⸀συμπαραλαβόντεςἸωάννην τὸν ἐπικληθέντα Μᾶρκον.