< 詩篇 54 >

1 神よねがはくは汝の名によりて我をすくひ なんぢの力をもて我をさばきたまへ
εἰς τὸ τέλος ἐν ὕμνοις συνέσεως τῷ Δαυιδ ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ σαουλ οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ’ ἡμῖν ὁ θεός ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με
2 神よわが祈をききたまへ わが口のことばに耳をかたぶけたまへ
ὁ θεός εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου
3 そは外人はわれにさからひて起りたち強暴人はわがたましひを索むるなり かれらは神をおのが前におかざりき (セラ)
ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ’ ἐμέ καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν διάψαλμα
4 みよ神はわれをたすくるものなり 主はわがたましひを保つものとともに在せり
ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου
5 主はわが仇にそのあしきことの報をなしたまはん 願くはなんぢの眞實によりて彼等をほろぼしたまへ
ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου ἐν τῇ ἀληθείᾳ σου ἐξολέθρευσον αὐτούς
6 我よろこびて祭物をなんぢに献ん ヱホバよ我なんぢの名にむかひて感謝せん こは宜しきことなればなり
ἑκουσίως θύσω σοι ἐξομολογήσομαι τῷ ὀνόματί σου κύριε ὅτι ἀγαθόν
7 そはヱホバはすべての患難より我をすくひたまへり わが目はわが仇につきての願望をみたり
ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου

< 詩篇 54 >