< 詩篇 135 >

1 なんぢらヱホバを讃稱へよ ヱホバの名をほめたたへよ ヱホバの僕等ほめたたへよ
αλληλουια αἰνεῖτε τὸ ὄνομα κυρίου αἰνεῖτε δοῦλοι κύριον
2 ヱホバの家われらの神のいへの大庭にたつものよ讃稱へよ
οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν
3 ヱホバは惠ふかし なんぢらヱホバをほめたたへよ その聖名はうるはし讃うたへ
αἰνεῖτε τὸν κύριον ὅτι ἀγαθὸς κύριος ψάλατε τῷ ὀνόματι αὐτοῦ ὅτι καλόν
4 そはヤハおのがためにヤコブをえらみ イスラエルをえらみてその珍寳となしたまへり
ὅτι τὸν Ιακωβ ἐξελέξατο ἑαυτῷ ὁ κύριος Ισραηλ εἰς περιουσιασμὸν αὐτοῦ
5 われヱホバの大なるとわれらの主のもろもろの神にまされるとをしれり
ὅτι ἐγὼ ἔγνων ὅτι μέγας κύριος καὶ ὁ κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς
6 ヱホバその聖旨にかなふことを天にも地にも海にも淵にもみなことごとく行ひ給ふなり
πάντα ὅσα ἠθέλησεν ὁ κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις
7 ヱホバは地のはてより霧をのぼらせ 雨のために電光をつくりその庫より風をいだしたまふ
ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ
8 ヱホバは人より畜類にいたるまでエジプトの首出をうちたまへり
ὃς ἐπάταξεν τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους
9 エジプトよヱホバはなんぢの中にしるしと奇しき事跡とをおくりて パロとその僕とに臨ませ給へり
ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου Αἴγυπτε ἐν Φαραω καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ
10 ヱホバはおほくの國々をうち 又いきほひある王等をころし給へり
ὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινεν βασιλεῖς κραταιούς
11 アモリ人のわうシホン、バシヤンの王オグならびにカナンの國々なり
τὸν Σηων βασιλέα τῶν Αμορραίων καὶ τὸν Ωγ βασιλέα τῆς Βασαν καὶ πάσας τὰς βασιλείας Χανααν
12 かれらの地をゆづりとしその民イスフルの嗣業としてあたへ給へり
καὶ ἔδωκεν τὴν γῆν αὐτῶν κληρονομίαν κληρονομίαν Ισραηλ λαῷ αὐτοῦ
13 ヱホバよなんぢの名はとこしへに絶ることなし ヱホバよなんぢの記念はよろづ世におよばん
κύριε τὸ ὄνομά σου εἰς τὸν αἰῶνα κύριε τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν
14 ヱホバはその民のために審判をなしその僕等にかかはれる聖意をかへたまふ可ればなり
ὅτι κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται
15 もろもろのくにの偶像はしろかねと金にして人の手のわざなり
τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων
16 そのぐうざうは口あれどいはず目あれど見ず
στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται
17 耳あれどきかず またその口に氣息あることなし
ὦτα ἔχουσιν καὶ οὐκ ἐνωτισθήσονται ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν οὐδὲ γάρ ἐστιν πνεῦμα ἐν τῷ στόματι αὐτῶν
18 これを造るものと之によりたのむものとは皆これにひとしからん
ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς
19 イスラエルの家よヱホバをほめまつれ アロンのいへよヱホバをほめまつれ
οἶκος Ισραηλ εὐλογήσατε τὸν κύριον οἶκος Ααρων εὐλογήσατε τὸν κύριον
20 レビの家よヱホバをほめまつれ ヱホバを畏るるものよヱホバをほめまつれ
οἶκος Λευι εὐλογήσατε τὸν κύριον οἱ φοβούμενοι τὸν κύριον εὐλογήσατε τὸν κύριον
21 ヱルサレムにすみたまふヱホバはシオンにて讃まつるべきかな ヱホバをほめたたへよ
εὐλογητὸς κύριος ἐκ Σιων ὁ κατοικῶν Ιερουσαλημ

< 詩篇 135 >