< 使徒の働き 16 >
1 かくてパウロ、デルベとルステラとに到りたるに、視よ、彼處にテモテと云ふ弟子あり、その母は信者なるユダヤ人にて、父はギリシヤ人なり。
Κατήντησεν δὲ καὶ εἰς Δέρβην καὶ εἰς Λύστραν. Καὶ ἰδοὺ, μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος,
2 彼はルステラ、イコニオムの兄弟たちの中に令聞ある者なり。
ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν.
3 パウロかれの共に出で立つことを欲したれば、その邊に居るユダヤ人のために之に割禮を行へり、その父のギリシヤ人たるを凡ての人の知る故なり。
Τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν, διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεισαν γὰρ ἅπαντες ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ ὑπῆρχεν.
4 かくて町々を經ゆきて、エルサレムに居る使徒・長老たちの定めし規を守らせんとて、之を人々に授けたり。
Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ πρεσβυτέρων τῶν ἐν Ἱεροσολύμοις.
5 ここに諸 教會はその信仰を堅うせられ、人員 日毎にいや増せり。
Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει, καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθʼ ἡμέραν.
6 彼らアジヤにて御言を語ることを聖 靈に禁ぜられたれば、フルギヤ及びガラテヤの地を經ゆきて、
Διῆλθον δὲ τὴν Φρυγίαν καὶ Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ Ἁγίου ˚Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ,
7 ムシヤに近づき、ビテニヤに往かんと試みたれど、イエスの御靈ゆるし給はず、
ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν, ἐπείραζον εἰς τὴν Βιθυνίαν πορευθῆναι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ ˚Πνεῦμα ˚Ἰησοῦ·
παρελθόντες δὲ τὴν Μυσίαν, κατέβησαν εἰς Τρῳάδα.
9 パウロ夜、幻影を見たるに、一人のマケドニヤ人あり、立ちて己を招き『マケドニヤに渡りて我らを助けよ』と言ふ。
Καὶ ὅραμα διὰ νυκτὸς τῷ Παύλῳ ὤφθη, ἀνὴρ Μακεδών τις ἦν ἑστὼς καὶ παρακαλῶν αὐτὸν καὶ λέγων, “Διαβὰς εἰς Μακεδονίαν, βοήθησον ἡμῖν.”
10 パウロこの幻影を見たれば、我らは神のマケドニヤ人に福音を宣傳へしむる爲に、我らを召し給ふことと思ひ定めて、直ちにマケドニヤに赴かんとせり。
Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ ˚Θεὸς εὐαγγελίσασθαι αὐτούς.
11 さてトロアスより船出して、眞直にはせてサモトラケにいたり、次の日ネアポリスにつき、
Ἀναχθέντες οὖν ἀπὸ Τρῳάδος, εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ δὲ ἐπιούσῃ εἰς Νέαν Πόλιν,
12 彼處よりピリピにゆく。ここはマケドニヤの中にて、この邊の第一の町にして殖民地なり、われら數日の間この町に留る。
κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶν πρώτη τῆς μερίδος Μακεδονίας πόλις, κολωνία. Ἦμεν δὲ ἐν ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς.
13 安息 日に町の門を出でて、祈場あらんと思はるる河のほとりに往き、其處に坐して、集れる女たちに語りたれば、
Τῇ τε ἡμέρᾳ τῶν Σαββάτων, ἐξήλθομεν ἔξω τῆς πύλης παρὰ ποταμὸν, οὗ ἐνομίζομεν προσευχὴν εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν.
14 テアテラの町の紫 布の商人にして、神を敬ふルデヤと云ふ女きき居りしが、主その心をひらき、謹みてパウロの語る言をきかしめ給ふ。
Καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων, σεβομένη τὸν ˚Θεόν ἤκουεν, ἧς ὁ ˚Κύριος διήνοιξεν τὴν καρδίαν, προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου.
15 彼は己も家族もバプテスマを受けてのち、我らに勸めて言ふ『なんぢら我を主の信者なりとせば、我が家に來りて留れ』斯く強ひて我らを留めたり。
Ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα, “Εἰ κεκρίκατέ με πιστὴν τῷ ˚Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου, μένετε.” Καὶ παρεβιάσατο ἡμᾶς.
16 われら祈場に往く途中、卜筮の靈に憑れて卜筮をなし、其の主人らに多くの利を得さする婢女、われらに遇ふ。
Ἐγένετο δὲ, πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν, παιδίσκην τινὰ ἔχουσαν πνεῦμα Πύθωνα, ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη.
17 彼はパウロ及び我らの後に從ひつつ叫びて言ふ『この人たちは至高き神の僕にて、汝らに救の道を教ふる者なり』
Αὕτη κατακολουθοῦσα τῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα, “Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ ˚Θεοῦ τοῦ Ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας.”
18 幾日も斯くするをパウロ憂ひて、振反りその靈に言ふ『イエス・キリストの名によりて、汝にこの女より出でん事を命ず』靈ただちに出でたり。
Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. Διαπονηθεὶς δὲ Παῦλος, καὶ ἐπιστρέψας τῷ Πνεύματι εἶπεν, “Παραγγέλλω σοι ἐν ὀνόματι ˚Ἰησοῦ ˚Χριστοῦ ἐξελθεῖν ἀπʼ αὐτῆς.” Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
19 然るにこの女の主人ら利を得る望のなくなりたるをみて、パウロとシラスとを捕へ、市場に曳きて司たちに往き、
Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,
20 之を上役らに出して言ふ『この人々はユダヤ人にて、我らの町を甚く騷がし、
καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς, εἶπαν, “Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες,
21 我らロマ人たる者の受くまじく行ふまじき習慣を傳ふるなり』
καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν, Ῥωμαίοις οὖσιν.”
22 群衆も齊しく起り立ちたれば、上役ら命じて其の衣を褫ぎ、かつ笞にて打たしむ。
Καὶ συνεπέστη ὁ ὄχλος κατʼ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια, ἐκέλευον ῥαβδίζειν.
23 多く打ちてのち獄に入れ、獄守に固く守るべきことを命ず。
Πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς, ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·
24 獄守この命令を受けて二人を奧の獄に入れ、桎にてその足を締め置きたり。
ὃς παραγγελίαν τοιαύτην λαβὼν, ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν, καὶ τοὺς πόδας ἠσφαλίσατο αὐτῶν εἰς τὸ ξύλον.
25 夜半ごろパウロとシラスと祈りて神を讃美する囚人ら聞きゐたるに、
Κατὰ δὲ τὸ μεσονύκτιον, Παῦλος καὶ Σιλᾶς προσευχόμενοι, ὕμνουν τὸν ˚Θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι.
26 俄に大なる地震おこりて牢舍の基ふるひ動き、その戸たちどころに皆ひらけ、凡ての囚人の縲絏とけたり。
Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἠνεῴχθησαν δὲ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη.
27 獄守、目さめ獄の戸の開けたるを見て、囚人にげ去れりと思ひ、刀を拔きて自殺せんとしたるに、
Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος τὴν μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.
28 パウロ大聲に呼はりて言ふ『みづから害ふな、我ら皆ここに在り』
Ἐφώνησεν δὲ φωνῇ μεγάλῃ Παῦλος λέγων, “Μηδὲν πράξῃς σεαυτῷ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνθάδε.”
29 獄守、燈火を求め、駈け入りて戰きつつパウロとシラスとの前に平伏し、
Αἰτήσας δὲ φῶτα, εἰσεπήδησεν, καὶ ἔντρομος γενόμενος, προσέπεσεν τῷ Παύλῳ καὶ Σιλᾷ.
30 之を連れ出して言ふ『君たちよ、われ救はれん爲に何をなすべきか』
Καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη, “Κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ;”
31 二人は言ふ『主イエスを信ぜよ、然らば汝も汝の家族も救はれん』
Οἱ δὲ εἶπαν, “Πίστευσον ἐπὶ τὸν ˚Κύριον ˚Ἰησοῦν καὶ σωθήσῃ, σὺ καὶ ὁ οἶκός σου.”
32 かくて神の言を獄守とその家に居る凡ての人々に語れり。
Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ ˚Κυρίου, σὺν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.
33 この夜、即時に獄守かれらを引取りて、その打傷を洗ひ、遂に己も己に屬する者もみな直ちにバプテスマを受け、
Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς, ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη, αὐτὸς καὶ οἱ αὐτοῦ ἅπαντες παραχρῆμα.
34 かつ二人を自宅に伴ひて食事をそなへ、全家とともに神を信じて喜べり。
Ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον, παρέθηκεν τράπεζαν καὶ ἠγαλλιάσατο πανοικεὶ, πεπιστευκὼς τῷ ˚Θεῷ.
35 夜明になりて上役らは警吏どもを遣して『かの人々を釋せ』と言はせたれば、
Ἡμέρας δὲ γενομένης, ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες, “Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.”
36 獄守これらの言をパウロに告げて言ふ『上役、人を遣して汝らを釋さんとす。然れば今いでて安らかに往け』
Ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους πρὸς τὸν Παῦλον: ὅτι “Ἀπέσταλκαν οἱ στρατηγοὶ, ἵνα ἀπολυθῆτε. Νῦν οὖν ἐξελθόντες, πορεύεσθε ἐν εἰρήνῃ.”
37 ここにパウロ警吏に言ふ『我らはロマ人たるに罪を定めずして公然に鞭うち、獄に投げ入れたり。然るに今ひそかに我らを出さんと爲るか。然るべからず、彼 等みづから來りて我らを連れ出すべし』
Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς, “Δείραντες ἡμᾶς δημοσίᾳ, ἀκατακρίτους ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; Οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ, ἡμᾶς ἐξαγαγέτωσαν.”
38 警吏これらの言を上役に告げたれば、其のロマ人たるを聞きて懼れ、
Ἀπήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα. Ἐφοβήθησαν δὲ, ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν.
39 來り宥めて、二人を連れ出し、かつ町を去らんことを請ふ。
Καὶ ἐλθόντες, παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες, ἠρώτων ἀπελθεῖν Ἀπὸ τῆς πόλεως.
40 二人は獄を出でてルデヤの家に入り、兄弟たちに逢ひ、勸をなして出で往けり。
Ἐξελθόντες δὲ ἀπὸ τῆς φυλακῆς, εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες, παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐξῆλθον.