< サムエル記Ⅰ 23 >
1 人々ダビデにつげていひけるは視よペリシテ人ケイラを攻め穀場を掠むと
καὶ ἀπηγγέλη τῷ Δαυιδ λέγοντες ἰδοὺ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν τῇ Κεϊλα καὶ αὐτοὶ διαρπάζουσιν καταπατοῦσιν τοὺς ἅλω
2 ダビデ、ヱホバに問ていひけるは我ゆきて是のペリシテ人を撃つべきかとヱホバ、ダビデにいひたまひけるは往てペリシテ人をうちてケイラを救ヘ
καὶ ἐπηρώτησεν Δαυιδ διὰ τοῦ κυρίου λέγων εἰ πορευθῶ καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους καὶ εἶπεν κύριος πορεύου καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις καὶ σώσεις τὴν Κεϊλα
3 ダビデの從者かれにいひけるは視よわれら此にユダにあるすら尚ほおそる况やケイラにゆきてペリシテ人の軍にあたるをやと
καὶ εἶπαν οἱ ἄνδρες τοῦ Δαυιδ πρὸς αὐτόν ἰδοὺ ἡμεῖς ἐνταῦθα ἐν τῇ Ιουδαίᾳ φοβούμεθα καὶ πῶς ἔσται ἐὰν πορευθῶμεν εἰς Κεϊλα εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων εἰσπορευσόμεθα
4 ダビデふたたびヱホバに問ひけるにヱホバ答ていひたまひけるは起てケイラにくだれ我ペリシテ人を汝の手にわたすべし
καὶ προσέθετο Δαυιδ ἐρωτῆσαι ἔτι διὰ τοῦ κυρίου καὶ ἀπεκρίθη αὐτῷ κύριος καὶ εἶπεν πρὸς αὐτόν ἀνάστηθι καὶ κατάβηθι εἰς Κεϊλα ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου
5 ダビデとその從者ケイラにゆきてペリシテ人とたたかひ彼らの家畜を奪ひとり大にかれらをうちころせりかくダビデ、ケイラの居民をすくふ
καὶ ἐπορεύθη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ εἰς Κεϊλα καὶ ἐπολέμησεν ἐν τοῖς ἀλλοφύλοις καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ καὶ ἀπήγαγεν τὰ κτήνη αὐτῶν καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην καὶ ἔσωσεν Δαυιδ τοὺς κατοικοῦντας Κεϊλα
6 アヒメレクの子アビヤタル、ケイラにのがれてダビデにいたれる時其手にエポデを執てくだれり
καὶ ἐγένετο ἐν τῷ φυγεῖν Αβιαθαρ υἱὸν Αβιμελεχ πρὸς Δαυιδ καὶ αὐτὸς μετὰ Δαυιδ εἰς Κεϊλα κατέβη ἔχων εφουδ ἐν τῇ χειρὶ αὐτοῦ
7 爰にダビデのケイラに至れる事サウルに聞えければサウルいふ神かれを我手にわたしたまへり其はかれ門あり關ある邑にいりたれば閉こめらるればなり
καὶ ἀπηγγέλη τῷ Σαουλ ὅτι ἥκει Δαυιδ εἰς Κεϊλα καὶ εἶπεν Σαουλ πέπρακεν αὐτὸν ὁ θεὸς εἰς χεῖράς μου ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν
8 サウルすなはち民をことごとく軍によびあつめてケイラにくだりてダビデと其從者を圍んとす
καὶ παρήγγειλεν Σαουλ παντὶ τῷ λαῷ εἰς πόλεμον καταβαίνειν εἰς Κεϊλα συνέχειν τὸν Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ
9 ダビデはサウルのおのれを害せんと謀るを知りて祭司アビヤタルにいひけるはエポデを持ちきたれと
καὶ ἔγνω Δαυιδ ὅτι οὐ παρασιωπᾷ Σαουλ περὶ αὐτοῦ τὴν κακίαν καὶ εἶπεν Δαυιδ πρὸς Αβιαθαρ τὸν ἱερέα προσάγαγε τὸ εφουδ κυρίου
10 しかしてダビデいひけるはイスラエルの神ヱホバよ僕たしかにサウルがケイラにきたりてわがために此邑をほろぼさんと求むるを聞り
καὶ εἶπεν Δαυιδ κύριε ὁ θεὸς Ισραηλ ἀκούων ἀκήκοεν ὁ δοῦλός σου ὅτι ζητεῖ Σαουλ ἐλθεῖν ἐπὶ Κεϊλα διαφθεῖραι τὴν πόλιν δῑ ἐμέ
11 ケイラの人々我をかれの手にわたすならんか僕のきけるごとくサウル下るならんかイスラエルの神ヱホバよ請ふ僕につげたまへとヱホバいひたまひけるは彼下るべしと
εἰ ἀποκλεισθήσεται καὶ νῦν εἰ καταβήσεται Σαουλ καθὼς ἤκουσεν ὁ δοῦλός σου κύριε ὁ θεὸς Ισραηλ ἀπάγγειλον τῷ δούλῳ σου καὶ εἶπεν κύριος ἀποκλεισθήσεται
12 ダビデいひけるはケイラの人々われとわが從者をサウルの手にわたすならんかヱホバいひたまひけるは彼らわたすべし
13 是においてダビデと其六百人ばかりの從者起てケイラをいで其ゆきうる所にゆけりダビデのケイラをにげはなれしことサウルに聞えければサウルいづることを止たり
καὶ ἀνέστη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ ὡς τετρακόσιοι καὶ ἐξῆλθον ἐκ Κεϊλα καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύθησαν καὶ τῷ Σαουλ ἀπηγγέλη ὅτι διασέσωται Δαυιδ ἐκ Κεϊλα καὶ ἀνῆκεν τοῦ ἐξελθεῖν
14 ダビデは曠野にをり要害の地にをりまたジフの野にある山に居るサウル恒にかれを尋ねたれども神かれを其手にわたしたまはざりき
καὶ ἐκάθισεν Δαυιδ ἐν τῇ ἐρήμῳ ἐν Μασερεμ ἐν τοῖς στενοῖς καὶ ἐκάθητο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζιφ ἐν τῇ γῇ τῇ αὐχμώδει καὶ ἐζήτει αὐτὸν Σαουλ πάσας τὰς ἡμέρας καὶ οὐ παρέδωκεν αὐτὸν κύριος εἰς τὰς χεῖρας αὐτοῦ
15 ダビデ、サウルがおのれの生命を求めんために出たるを見る時にダビデはジフの野の叢林にをりしが
καὶ εἶδεν Δαυιδ ὅτι ἐξέρχεται Σαουλ τοῦ ζητεῖν τὸν Δαυιδ καὶ Δαυιδ ἐν τῷ ὄρει τῷ αὐχμώδει ἐν τῇ Καινῇ Ζιφ
16 サウルの子ヨナタンたちて叢林にいりてダビデにいたり神によりて其力を強うせしめたり
καὶ ἀνέστη Ιωναθαν υἱὸς Σαουλ καὶ ἐπορεύθη πρὸς Δαυιδ εἰς Καινὴν καὶ ἐκραταίωσεν τὰς χεῖρας αὐτοῦ ἐν κυρίῳ
17 即ちヨナタンかれにいひけるに懼るるなかれわが父サウルの手汝にとどくことあらじ汝はイスラエルの王とならん我は汝の次なるべし此事はわが父サウルもしれりと
καὶ εἶπεν πρὸς αὐτόν μὴ φοβοῦ ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαουλ τοῦ πατρός μου καὶ σὺ βασιλεύσεις ἐπὶ Ισραηλ καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον καὶ Σαουλ ὁ πατήρ μου οἶδεν οὕτως
18 かくて彼ら二人ヱホバのまへに契約をむすびダビデは叢林にとどまりヨナタンは其家にかへれり
καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον κυρίου καὶ ἐκάθητο Δαυιδ ἐν Καινῇ καὶ Ιωναθαν ἀπῆλθεν εἰς οἶκον αὐτοῦ
19 時にジフ人ギベアにのぼりサウルの許にいたりていひけるはダビデは曠野の南にあるハキラの山の叢林の中なる要害に隱れて我らとともにをるにあらずや
καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαουλ ἐπὶ τὸν βουνὸν λέγοντες οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ’ ἡμῖν ἐν Μεσσαρα ἐν τοῖς στενοῖς ἐν τῇ Καινῇ ἐν τῷ βουνῷ τοῦ Εχελα τοῦ ἐκ δεξιῶν τοῦ Ιεσσαιμουν
20 今王汝のくだらんとする望のごとく下りたまへ我らはかれを王の手にわたさんと
καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμᾶς κεκλείκασιν αὐτὸν εἰς τὰς χεῖρας τοῦ βασιλέως
21 サウルいひけるは汝ら我をあはれめば願くは汝等ヱホバより福祉をえよ
καὶ εἶπεν αὐτοῖς Σαουλ εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ ὅτι ἐπονέσατε περὶ ἐμοῦ
22 請ふゆきて尚ほ心を用ひ彼の踪跡ある處と誰がかれを見たるかを見きはめよ其は人我にかれが甚だ機巧く事を爲すを告たれば也
πορεύθητε δὴ καὶ ἑτοιμάσατε ἔτι καὶ γνῶτε τὸν τόπον αὐτοῦ οὗ ἔσται ὁ ποὺς αὐτοῦ ἐν τάχει ἐκεῖ οὗ εἴπατε μήποτε πανουργεύσηται
23 されば汝ら彼が隱るる逃躱處を皆たしかに見きはめて再び我にきたれ我汝らとともにゆかん彼もし其地にあらば我ユダの郡中をあまねく尋ねて彼を獲んと
καὶ ἴδετε καὶ γνῶτε καὶ πορευσόμεθα μεθ’ ὑμῶν καὶ ἔσται εἰ ἔστιν ἐπὶ τῆς γῆς καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις χιλιάσιν Ιουδα
24 かれらたちてサウルに先てジフにゆけりダビデと其從者は曠野の南のアラバにあるマオンの野にをる
καὶ ἀνέστησαν οἱ Ζιφαῖοι καὶ ἐπορεύθησαν ἔμπροσθεν Σαουλ καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ἐρήμῳ τῇ Μααν καθ’ ἑσπέραν ἐκ δεξιῶν τοῦ Ιεσσαιμουν
25 斯てサウルと其從者ゆきて彼を尋ぬ人々これをダビデに告ければダビデ巌を下てマオンの野にをるサウル之を聞てマオンの野に至てダビデを追ふ
καὶ ἐπορεύθη Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ ζητεῖν αὐτόν καὶ ἀπήγγειλαν τῷ Δαυιδ καὶ κατέβη εἰς τὴν πέτραν τὴν ἐν τῇ ἐρήμῳ Μααν καὶ ἤκουσεν Σαουλ καὶ κατεδίωξεν ὀπίσω Δαυιδ εἰς τὴν ἔρημον Μααν
26 サウルは山の此旁に行ダビデと其從者は山の彼旁に行ダビデは周章てサウルの前を避んとしサウルと其從者はダビデと其從者を圍んで之を取んとす
καὶ πορεύονται Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου καὶ ἦν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου καὶ ἦν Δαυιδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαουλ καὶ Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλον ἐπὶ Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ συλλαβεῖν αὐτούς
27 時に使者サウルに來て言けるはペリシテ人國ををかす急ぎきたりたまへと
καὶ ἄγγελος πρὸς Σαουλ ἦλθεν λέγων σπεῦδε καὶ δεῦρο ὅτι ἐπέθεντο οἱ ἀλλόφυλοι ἐπὶ τὴν γῆν
28 故にサウル、ダビデを追ことを止てかへり往てペリシテ人にあたるここをもて人々その處をセラマレコテ(逃岩)となづく
καὶ ἀνέστρεψεν Σαουλ μὴ καταδιώκειν ὀπίσω Δαυιδ καὶ ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων διὰ τοῦτο ἐπεκλήθη ὁ τόπος ἐκεῖνος Πέτρα ἡ μερισθεῖσα
καὶ ἀνέβη Δαυιδ ἐκεῖθεν καὶ ἐκάθισεν ἐν τοῖς στενοῖς Εγγαδδι