< ペテロの手紙第一 4 >

1 キリスト肉體にて苦難を受け給ひたれば、汝らも亦おなじ心をもて自ら鎧へ。――肉體にて苦難を受くる者は罪を止むるなり――
Χριστοῦ οὖν παθόντος (ὑπὲρ ἡμῶν *K*) σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν (ἐν *k*) σαρκὶ πέπαυται (ἁμαρτίας· *NK(o)*)
2 これ今よりのち、人の慾に從はず、神の御意に從ひて、肉體に寓れる殘の時を過さん爲なり。
εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον.
3 なんぢら過ぎにし日は、異邦人の好む所をおこなひ、好色・慾 情・酩酊・宴樂・暴飮・律法にかなはぬ偶像 崇拜に歩みて、もはや足れり。
ἀρκετὸς γὰρ (ἡμῖν *K*) ὁ παρεληλυθὼς χρόνος (τοῦ βίου *K*) τὸ (βούλημα *N(k)O*) τῶν ἐθνῶν (κατειργάσθαι *N(k)O*) πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις·
4 彼らは汝らの己とともに放蕩の極に走らぬを怪しみて譏るなり。
ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν βλασφημοῦντες,
5 彼らは生ける者と死にたる者とを審く準備をなし給へる者に己のことを陳ぶべし。
οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἔχοντι (κρῖναι *NK(o)*) ζῶντας καὶ νεκρούς.
6 福音の死にたる者に宣傅へられしは、彼らが肉體にて人のごとく審かれ、靈にて神のごとく生きん爲なり。
εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσιν μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσιν δὲ κατὰ θεὸν πνεύματι.
7 萬の物のをはり近づけり、然れば汝ら心を慥にし、愼みて祈せよ。
Πάντων δὲ τὸ τέλος ἤγγικεν· σωφρονήσατε οὖν καὶ νήψατε εἰς (τὰς *k*) προσευχάς,
8 何事よりも先づ互に熱く相 愛せよ。愛は多くの罪を掩へばなり。
πρὸ πάντων (δὲ *k*) τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη (καλύπτει *N(k)O*) πλῆθος ἁμαρτιῶν.
9 また吝むことなく互に懇ろに待せ。
φιλόξενοι εἰς ἀλλήλους ἄνευ (γογγυσμοῦ· *N(k)O*)
10 神のさまざまの恩惠を掌どる善き家 司のごとく、各人その受けし賜物をもて互に事へよ。
ἕκαστος καθὼς ἔλαβεν χάρισμα εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ·
11 もし語るならば、神の言をかたる者のごとく語り、事ふるならば、神の與へたまふ能力を受けたる者のごとく事へよ。是イエス・キリストによりて事々に神の崇められ給はん爲なり。榮光と權力とは世々 限りなく彼に歸するなり、アァメン。 (aiōn g165)
εἴ τις λαλεῖ ὡς λόγια θεοῦ· εἴ τις διακονεῖ ὡς ἐξ ἰσχύος (ἧς *NK(o)*) χορηγεῖ ὁ θεός· ἵνα ἐν πᾶσιν δοξάζηται ὁ θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. (aiōn g165)
12 愛する者よ、汝らを試みんとて來れる火のごとき試煉を異なる事として怪しまず、
Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος·
13 反つてキリストの苦難に與れば、與るほど喜べ、なんぢら彼の榮光の顯れん時にも喜び樂しまん爲なり。
ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.
14 もし汝 等キリストの名のために謗られなば幸福なり。榮光の御靈すなはち神の御靈なんじらの上に留り給へばなり。
εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι· ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφ᾽ ὑμᾶς ἀναπαύεται (κατὰ μὲν αὐτοὺς βλασφημεῖται κατὰ δὲ ὑμᾶς δοξάζεται. *K*)
15 汝 等のうち誰にても或は殺人、あるひは盜人、あるひは惡を行ふ者、あるひは妄に他人の事に干渉する者となりて苦難に遭ふな。
Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριεπίσκοπος·
16 されど若しキリステアンたるをもて苦難を受けなば、之を恥づることなく、反つて此の名によりて神を崇めよ。
εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ (ὀνόματι *N(K)O*) τούτῳ.
17 既に時いたれり、審判は神の家より始るべし。まづ我等より始るとせば、神の福音に從はざる者のその結局は如何にぞや。
ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ· εἰ δὲ πρῶτον ἀφ᾽ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ;
18 義人もし辛うじて救はるるならば、不 敬虔なるもの、罪ある者は何處にか立たん。
καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ (δὲ *o*) ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;
19 されば神の御意に從ひて苦難を受くる者は、善を行ひて己が靈魂を眞實なる造物主にゆだね奉るべし。
ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ θεοῦ (ὡς, *K*) πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς (αὐτῶν *N(k)O*) ἐν ἀγαθοποιΐᾳ.

< ペテロの手紙第一 4 >