< Kejadian 36 >

1 Inilah keturunan Esau yang disebut juga Edom.
αὗται δὲ αἱ γενέσεις Ησαυ αὐτός ἐστιν Εδωμ
2 Esau menikah dengan tiga wanita Kanaan, yaitu: Ada, anak Elon orang Het; Oholibama, anak Ana dan cucu Zibeon orang Hewi;
Ησαυ δὲ ἔλαβεν γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων τὴν Αδα θυγατέρα Αιλων τοῦ Χετταίου καὶ τὴν Ελιβεμα θυγατέρα Ανα τοῦ υἱοῦ Σεβεγων τοῦ Ευαίου
3 Basmat, anak Ismael dan adik Nebayot.
καὶ τὴν Βασεμμαθ θυγατέρα Ισμαηλ ἀδελφὴν Ναβαιωθ
4 Ada melahirkan Elifas, Basmat melahirkan Rehuel,
ἔτεκεν δὲ Αδα τῷ Ησαυ τὸν Ελιφας καὶ Βασεμμαθ ἔτεκεν τὸν Ραγουηλ
5 dan Oholibama melahirkan Yeus, Yaelam dan Korah. Semua anak itu lahir di negeri Kanaan.
καὶ Ελιβεμα ἔτεκεν τὸν Ιεους καὶ τὸν Ιεγλομ καὶ τὸν Κορε οὗτοι υἱοὶ Ησαυ οἳ ἐγένοντο αὐτῷ ἐν γῇ Χανααν
6 Kemudian Esau meninggalkan Yakub dan pergi ke negeri lain membawa semua istrinya, anaknya dan semua orang yang ada di rumahnya, bersama dengan segala ternak dan harta benda yang telah diperolehnya di Kanaan.
ἔλαβεν δὲ Ησαυ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἐκτήσατο καὶ ὅσα περιεποιήσατο ἐν γῇ Χανααν καὶ ἐπορεύθη ἐκ γῆς Χανααν ἀπὸ προσώπου Ιακωβ τοῦ ἀδελφοῦ αὐτοῦ
7 Esau berpisah dari Yakub karena harta mereka terlalu banyak sehingga mereka tak dapat hidup bersama. Lagipula di negeri yang mereka diami itu tidak ada cukup makanan untuk ternak mereka yang sangat banyak itu.
ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα καὶ οὐκ ἐδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν
8 Maka Esau yang juga dinamakan Edom, menetap di daerah pegunungan Seir.
ᾤκησεν δὲ Ησαυ ἐν τῷ ὄρει Σηιρ Ησαυ αὐτός ἐστιν Εδωμ
9 Inilah keturunan Esau, leluhur orang Edom.
αὗται δὲ αἱ γενέσεις Ησαυ πατρὸς Εδωμ ἐν τῷ ὄρει Σηιρ
10 Istri Esau yang bernama Ada melahirkan seorang anak laki-laki, namanya Elifas. Dan Elifas mempunyai lima anak laki-laki, yaitu: Teman, Omar, Zefo, Gaetam dan Kenas. Elifas mempunyai selir, namanya Timna. Dia melahirkan anak laki-laki yang bernama Amalek. Istri Esau yang bernama Basmat melahirkan seorang anak laki-laki yang bernama Rehuel. Dan Rehuel mempunyai empat anak laki-laki, yaitu: Nahat, Zerah, Syama dan Miza.
καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ησαυ Ελιφας υἱὸς Αδας γυναικὸς Ησαυ καὶ Ραγουηλ υἱὸς Βασεμμαθ γυναικὸς Ησαυ
ἐγένοντο δὲ υἱοὶ Ελιφας Θαιμαν Ωμαρ Σωφαρ Γοθομ καὶ Κενεζ
Θαμνα δὲ ἦν παλλακὴ Ελιφας τοῦ υἱοῦ Ησαυ καὶ ἔτεκεν τῷ Ελιφας τὸν Αμαληκ οὗτοι υἱοὶ Αδας γυναικὸς Ησαυ
οὗτοι δὲ υἱοὶ Ραγουηλ Ναχοθ Ζαρε Σομε καὶ Μοζε οὗτοι ἦσαν υἱοὶ Βασεμμαθ γυναικὸς Ησαυ
14 Istri Esau yang bernama Oholibama, yaitu anak Ana dan cucu Zibeon, melahirkan tiga anak laki-laki, yaitu: Yeus, Yaelam dan Korah.
οὗτοι δὲ ἦσαν υἱοὶ Ελιβεμας θυγατρὸς Ανα τοῦ υἱοῦ Σεβεγων γυναικὸς Ησαυ ἔτεκεν δὲ τῷ Ησαυ τὸν Ιεους καὶ τὸν Ιεγλομ καὶ τὸν Κορε
15 Inilah kepala suku-suku keturunan Esau: Elifas, anak sulung Esau, adalah leluhur suku-suku yang berikut ini: Teman, Omar, Zefo, Kenas,
οὗτοι ἡγεμόνες υἱοὶ Ησαυ υἱοὶ Ελιφας πρωτοτόκου Ησαυ ἡγεμὼν Θαιμαν ἡγεμὼν Ωμαρ ἡγεμὼν Σωφαρ ἡγεμὼν Κενεζ
16 Korah, Gaetam dan Amalek. Mereka semua keturunan Ada, istri Esau.
ἡγεμὼν Κορε ἡγεμὼν Γοθομ ἡγεμὼν Αμαληκ οὗτοι ἡγεμόνες Ελιφας ἐν γῇ Ιδουμαίᾳ οὗτοι υἱοὶ Αδας
17 Rehuel, anak Esau, adalah leluhur suku-suku yang berikut ini: Nahat, Zerah, Syama dan Miza. Mereka semua keturunan Basmat, istri Esau.
καὶ οὗτοι υἱοὶ Ραγουηλ υἱοῦ Ησαυ ἡγεμὼν Ναχοθ ἡγεμὼν Ζαρε ἡγεμὼν Σομε ἡγεμὼν Μοζε οὗτοι ἡγεμόνες Ραγουηλ ἐν γῇ Εδωμ οὗτοι υἱοὶ Βασεμμαθ γυναικὸς Ησαυ
18 Suku-suku yang berikut ini adalah keturunan Esau dari istrinya yang bernama Oholibama anak Ana, yaitu: Yeus, Yaelam dan Korah.
οὗτοι δὲ υἱοὶ Ελιβεμας γυναικὸς Ησαυ ἡγεμὼν Ιεους ἡγεμὼν Ιεγλομ ἡγεμὼν Κορε οὗτοι ἡγεμόνες Ελιβεμας
19 Semua suku itu keturunan Esau.
οὗτοι υἱοὶ Ησαυ καὶ οὗτοι ἡγεμόνες αὐτῶν οὗτοί εἰσιν υἱοὶ Εδωμ
20 Penduduk asli tanah Edom dibagi atas suku-suku keturunan Seir, orang Hori. Suku-suku itu ialah: Lotan, Syobal, Zibeon, Ana, Disyon, Ezer dan Disyan.
οὗτοι δὲ υἱοὶ Σηιρ τοῦ Χορραίου τοῦ κατοικοῦντος τὴν γῆν Λωταν Σωβαλ Σεβεγων Ανα
καὶ Δησων καὶ Ασαρ καὶ Ρισων οὗτοι ἡγεμόνες τοῦ Χορραίου τοῦ υἱοῦ Σηιρ ἐν τῇ γῇ Εδωμ
22 Lotan adalah leluhur marga Hori dan Heman. (Lotan mempunyai saudara perempuan, yaitu Timna).
ἐγένοντο δὲ υἱοὶ Λωταν Χορρι καὶ Αιμαν ἀδελφὴ δὲ Λωταν Θαμνα
23 Syobal adalah leluhur marga: Alwan, Manahat, Ebal, Syefo dan Onam.
οὗτοι δὲ υἱοὶ Σωβαλ Γωλων καὶ Μαναχαθ καὶ Γαιβηλ Σωφ καὶ Ωμαν
24 Zibeon mempunyai dua anak laki-laki, yaitu Aya dan Ana. (Ana inilah yang menemukan sumber-sumber air panas di padang gurun, ketika ia sedang menggembalakan keledai-keledai ayahnya).
καὶ οὗτοι υἱοὶ Σεβεγων Αιε καὶ Ωναν οὗτός ἐστιν ὁ Ωνας ὃς εὗρεν τὸν Ιαμιν ἐν τῇ ἐρήμῳ ὅτε ἔνεμεν τὰ ὑποζύγια Σεβεγων τοῦ πατρὸς αὐτοῦ
25 Ana ialah ayah Disyon, dan Disyon leluhur marga: Hemdan, Esyban, Yitran dan Keran. Ana juga mempunyai seorang anak perempuan, namanya Oholibama.
οὗτοι δὲ υἱοὶ Ανα Δησων καὶ Ελιβεμα θυγάτηρ Ανα
οὗτοι δὲ υἱοὶ Δησων Αμαδα καὶ Ασβαν καὶ Ιεθραν καὶ Χαρραν
27 Ezer leluhur marga: Bilhan, Zaawan, dan Akan.
οὗτοι δὲ υἱοὶ Ασαρ Βαλααν καὶ Ζουκαμ καὶ Ιωυκαμ καὶ Ουκαν
28 Disyan leluhur marga Us dan Aran.
οὗτοι δὲ υἱοὶ Ρισων Ως καὶ Αραμ
29 Inilah suku-suku Hori di negeri Edom: Lotan, Syobal, Zibeon, Ana, Disyon, Ezer dan Disyan.
οὗτοι ἡγεμόνες Χορρι ἡγεμὼν Λωταν ἡγεμὼν Σωβαλ ἡγεμὼν Σεβεγων ἡγεμὼν Ανα
ἡγεμὼν Δησων ἡγεμὼν Ασαρ ἡγεμὼν Ρισων οὗτοι ἡγεμόνες Χορρι ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ Εδωμ
31 Sebelum ada raja yang memerintah di Israel, raja-raja yang berikut ini memerintah di tanah Edom secara berturut-turut: Bela anak Beor dari Dinhaba. Yobab anak Zera dari Bozra. Husyam dari daerah Teman. Hadad anak Bedad dari Awit (dialah yang mengalahkan orang Midian dalam peperangan di daerah Moab). Samla dari Masreka. Saul dari Rehobot di pinggir sungai. Baal-Hanan anak Akhbor. Hadar dari Pahu (istrinya bernama Mehetabeel, anak Matred dan cucu Mezahab).
καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Εδωμ πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν Ισραηλ
καὶ ἐβασίλευσεν ἐν Εδωμ Βαλακ υἱὸς τοῦ Βεωρ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα
ἀπέθανεν δὲ Βαλακ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Ιωβαβ υἱὸς Ζαρα ἐκ Βοσορρας
ἀπέθανεν δὲ Ιωβαβ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Ασομ ἐκ τῆς γῆς Θαιμανων
ἀπέθανεν δὲ Ασομ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Αδαδ υἱὸς Βαραδ ὁ ἐκκόψας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ
ἀπέθανεν δὲ Αδαδ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Σαμαλα ἐκ Μασεκκας
ἀπέθανεν δὲ Σαμαλα καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Σαουλ ἐκ Ροωβωθ τῆς παρὰ ποταμόν
ἀπέθανεν δὲ Σαουλ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Βαλαεννων υἱὸς Αχοβωρ
ἀπέθανεν δὲ Βαλαεννων υἱὸς Αχοβωρ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Αραδ υἱὸς Βαραδ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογωρ ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μαιτεβεηλ θυγάτηρ Ματραιθ υἱοῦ Μαιζοοβ
40 Esau adalah leluhur suku-suku Edom yang berikut ini: Timna, Alwa, Yetet, Oholibama, Ela, Pinon, Kenas, Teman, Mibzar, Magdiel, dan Iram. Setiap suku memberikan namanya kepada daerah tempat tinggalnya.
ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων Ησαυ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν ἡγεμὼν Θαμνα ἡγεμὼν Γωλα ἡγεμὼν Ιεθερ
ἡγεμὼν Ελιβεμας ἡγεμὼν Ηλας ἡγεμὼν Φινων
ἡγεμὼν Κενεζ ἡγεμὼν Θαιμαν ἡγεμὼν Μαζαρ
ἡγεμὼν Μεγεδιηλ ἡγεμὼν Ζαφωιμ οὗτοι ἡγεμόνες Εδωμ ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν οὗτος Ησαυ πατὴρ Εδωμ

< Kejadian 36 >