< מִשְׁלֵי 13 >
בן חכם מוסר אב ולץ לא שמע גערה׃ | 1 |
υἱὸς πανοῦργος ὑπήκοος πατρί υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ
מפרי פי איש יאכל טוב ונפש בגדים חמס׃ | 2 |
ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθός ψυχαὶ δὲ παρανόμων ὀλοῦνται ἄωροι
נצר פיו שמר נפשו פשק שפתיו מחתה לו׃ | 3 |
ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα τηρεῖ τὴν ἑαυτοῦ ψυχήν ὁ δὲ προπετὴς χείλεσιν πτοήσει ἑαυτόν
מתאוה ואין נפשו עצל ונפש חרצים תדשן׃ | 4 |
ἐν ἐπιθυμίαις ἐστὶν πᾶς ἀεργός χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ
דבר שקר ישנא צדיק ורשע יבאיש ויחפיר׃ | 5 |
λόγον ἄδικον μισεῖ δίκαιος ἀσεβὴς δὲ αἰσχύνεται καὶ οὐχ ἕξει παρρησίαν
צדקה תצר תם דרך ורשעה תסלף חטאת׃ | 6 |
δικαιοσύνη φυλάσσει ἀκάκους τοὺς δὲ ἀσεβεῖς φαύλους ποιεῖ ἁμαρτία
יש מתעשר ואין כל מתרושש והון רב׃ | 7 |
εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ
כפר נפש איש עשרו ורש לא שמע גערה׃ | 8 |
λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν
אור צדיקים ישמח ונר רשעים ידעך׃ | 9 |
φῶς δικαίοις διὰ παντός φῶς δὲ ἀσεβῶν σβέννυται ψυχαὶ δόλιαι πλανῶνται ἐν ἁμαρτίαις δίκαιοι δὲ οἰκτίρουσιν καὶ ἐλεῶσιν
רק בזדון יתן מצה ואת נועצים חכמה׃ | 10 |
κακὸς μεθ’ ὕβρεως πράσσει κακά οἱ δὲ ἑαυτῶν ἐπιγνώμονες σοφοί
הון מהבל ימעט וקבץ על יד ירבה׃ | 11 |
ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται ὁ δὲ συνάγων ἑαυτῷ μετ’ εὐσεβείας πληθυνθήσεται δίκαιος οἰκτίρει καὶ κιχρᾷ
תוחלת ממשכה מחלה לב ועץ חיים תאוה באה׃ | 12 |
κρείσσων ἐναρχόμενος βοηθῶν καρδίᾳ τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος δένδρον γὰρ ζωῆς ἐπιθυμία ἀγαθή
בז לדבר יחבל לו וירא מצוה הוא ישלם׃ | 13 |
ὃς καταφρονεῖ πράγματος καταφρονηθήσεται ὑπ’ αὐτοῦ ὁ δὲ φοβούμενος ἐντολήν οὗτος ὑγιαίνει υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν οἰκέτῃ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις καὶ κατευθυνθήσεται ἡ ὁδὸς αὐτοῦ
תורת חכם מקור חיים לסור ממקשי מות׃ | 14 |
νόμος σοφοῦ πηγὴ ζωῆς ὁ δὲ ἄνους ὑπὸ παγίδος θανεῖται
שכל טוב יתן חן ודרך בגדים איתן׃ | 15 |
σύνεσις ἀγαθὴ δίδωσιν χάριν τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλείᾳ
כל ערום יעשה בדעת וכסיל יפרש אולת׃ | 16 |
πᾶς πανοῦργος πράσσει μετὰ γνώσεως ὁ δὲ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν
מלאך רשע יפל ברע וציר אמונים מרפא׃ | 17 |
βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά ἄγγελος δὲ πιστὸς ῥύσεται αὐτόν
ריש וקלון פורע מוסר ושומר תוכחת יכבד׃ | 18 |
πενίαν καὶ ἀτιμίαν ἀφαιρεῖται παιδεία ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται
תאוה נהיה תערב לנפש ותועבת כסילים סור מרע׃ | 19 |
ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσιν ψυχήν ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως
הלוך את חכמים וחכם ורעה כסילים ירוע׃ | 20 |
ὁ συμπορευόμενος σοφοῖς σοφὸς ἔσται ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται
חטאים תרדף רעה ואת צדיקים ישלם טוב׃ | 21 |
ἁμαρτάνοντας καταδιώξεται κακά τοὺς δὲ δικαίους καταλήμψεται ἀγαθά
טוב ינחיל בני בנים וצפון לצדיק חיל חוטא׃ | 22 |
ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβὼν
רב אכל ניר ראשים ויש נספה בלא משפט׃ | 23 |
δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά ἄδικοι δὲ ἀπολοῦνται συντόμως
חושך שבטו שונא בנו ואהבו שחרו מוסר׃ | 24 |
ὃς φείδεται τῆς βακτηρίας μισεῖ τὸν υἱὸν αὐτοῦ ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει
צדיק אכל לשבע נפשו ובטן רשעים תחסר׃ | 25 |
δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς