< איוב 23 >

ויען איוב ויאמר׃ 1
ὑπολαβὼν δὲ Ιωβ λέγει
גם היום מרי שחי ידי כבדה על אנחתי׃ 2
καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστιν καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ’ ἐμῷ στεναγμῷ
מי יתן ידעתי ואמצאהו אבוא עד תכונתו׃ 3
τίς δ’ ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος
אערכה לפניו משפט ופי אמלא תוכחות׃ 4
εἴποιμι δὲ ἐμαυτοῦ κρίμα τὸ δὲ στόμα μου ἐμπλήσαιμι ἐλέγχων
אדעה מלים יענני ואבינה מה יאמר לי׃ 5
γνῴην δὲ ῥήματα ἅ μοι ἐρεῖ αἰσθοίμην δὲ τίνα μοι ἀπαγγελεῖ
הברב כח יריב עמדי לא אך הוא ישם בי׃ 6
καὶ εἰ ἐν πολλῇ ἰσχύι ἐπελεύσεταί μοι εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται
שם ישר נוכח עמו ואפלטה לנצח משפטי׃ 7
ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ’ αὐτοῦ ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου
הן קדם אהלך ואיננו ואחור ולא אבין לו׃ 8
εἰς γὰρ πρῶτα πορεύσομαι καὶ οὐκέτι εἰμί τὰ δὲ ἐπ’ ἐσχάτοις τί οἶδα
שמאול בעשתו ולא אחז יעטף ימין ולא אראה׃ 9
ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον περιβαλεῖ δεξιά καὶ οὐκ ὄψομαι
כי ידע דרך עמדי בחנני כזהב אצא׃ 10
οἶδεν γὰρ ἤδη ὁδόν μου διέκρινεν δέ με ὥσπερ τὸ χρυσίον
באשרו אחזה רגלי דרכו שמרתי ולא אט׃ 11
ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μὴ ἐκκλίνω
מצות שפתיו ולא אמיש מחקי צפנתי אמרי פיו׃ 12
ἀπὸ ἐνταλμάτων αὐτοῦ καὶ οὐ μὴ παρέλθω ἐν δὲ κόλπῳ μου ἔκρυψα ῥήματα αὐτοῦ
והוא באחד ומי ישיבנו ונפשו אותה ויעש׃ 13
εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ ὃ γὰρ αὐτὸς ἠθέλησεν καὶ ἐποίησεν
כי ישלים חקי וכהנה רבות עמו׃ 14
על כן מפניו אבהל אתבונן ואפחד ממנו׃ 15
διὰ τοῦτο ἐπ’ αὐτῷ ἐσπούδακα νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ κατανοήσω καὶ πτοηθήσομαι ἐξ αὐτοῦ
ואל הרך לבי ושדי הבהילני׃ 16
κύριος δὲ ἐμαλάκυνεν τὴν καρδίαν μου ὁ δὲ παντοκράτωρ ἐσπούδασέν με
כי לא נצמתי מפני חשך ומפני כסה אפל׃ 17
οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος πρὸ προσώπου δέ μου ἐκάλυψεν γνόφος

< איוב 23 >