< צפניה 3 >
הוי מראה ונגאלה--העיר היונה | 1 |
ὦ ἡ ἐπιφανὴς καὶ ἀπολελυτρωμένη ἡ πόλις ἡ περιστερά
לא שמעה בקול לא לקחה מוסר ביהוה לא בטחה אל אלהיה לא קרבה | 2 |
οὐκ εἰσήκουσεν φωνῆς οὐκ ἐδέξατο παιδείαν ἐπὶ τῷ κυρίῳ οὐκ ἐπεποίθει καὶ πρὸς τὸν θεὸν αὐτῆς οὐκ ἤγγισεν
שריה בקרבה אריות שאגים שפטיה זאבי ערב לא גרמו לבקר | 3 |
οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ ὡς λέοντες ὠρυόμενοι οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας οὐχ ὑπελίποντο εἰς τὸ πρωί
נביאיה פחזים אנשי בגדות כהניה חללו קדש חמסו תורה | 4 |
οἱ προφῆται αὐτῆς πνευματοφόροι ἄνδρες καταφρονηταί οἱ ἱερεῖς αὐτῆς βεβηλοῦσιν τὰ ἅγια καὶ ἀσεβοῦσιν νόμον
יהוה צדיק בקרבה לא יעשה עולה בבקר בבקר משפטו יתן לאור לא נעדר ולא יודע עול בשת | 5 |
ὁ δὲ κύριος δίκαιος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον πρωὶ πρωὶ δώσει κρίμα αὐτοῦ εἰς φῶς καὶ οὐκ ἀπεκρύβη καὶ οὐκ ἔγνω ἀδικίαν ἐν ἀπαιτήσει καὶ οὐκ εἰς νεῖκος ἀδικίαν
הכרתי גוים נשמו פנותם--החרבתי חוצותם מבלי עובר נצדו עריהם מבלי איש מאין יושב | 6 |
ἐν διαφθορᾷ κατέσπασα ὑπερηφάνους ἠφανίσθησαν γωνίαι αὐτῶν ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν τοῦ μὴ διοδεύειν ἐξέλιπον αἱ πόλεις αὐτῶν παρὰ τὸ μηδένα ὑπάρχειν μηδὲ κατοικεῖν
אמרתי אך תיראי אותי תקחי מוסר ולא יכרת מעונה כל אשר פקדתי עליה אכן השכימו השחיתו כל עלילותם | 7 |
εἶπα πλὴν φοβεῖσθέ με καὶ δέξασθε παιδείαν καὶ οὐ μὴ ἐξολεθρευθῆτε ἐξ ὀφθαλμῶν αὐτῆς πάντα ὅσα ἐξεδίκησα ἐπ’ αὐτήν ἑτοιμάζου ὄρθρισον διέφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν
לכן חכו לי נאם יהוה ליום קומי לעד כי משפטי לאסף גוים לקבצי ממלכות לשפך עליהם זעמי כל חרון אפי--כי באש קנאתי תאכל כל הארץ | 8 |
διὰ τοῦτο ὑπόμεινόν με λέγει κύριος εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξασθαι βασιλεῖς τοῦ ἐκχέαι ἐπ’ αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ μου διότι ἐν πυρὶ ζήλους μου καταναλωθήσεται πᾶσα ἡ γῆ
כי אז אהפך אל עמים שפה ברורה לקרא כלם בשם יהוה לעבדו שכם אחד | 9 |
ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα
מעבר לנהרי כוש--עתרי בת פוצי יובלון מנחתי | 10 |
ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσιν θυσίας μοι
ביום ההוא לא תבושי מכל עלילתיך אשר פשעת בי כי אז אסיר מקרבך עליזי גאותך ולא תוספי לגבהה עוד בהר קדשי | 11 |
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου ὧν ἠσέβησας εἰς ἐμέ ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου καὶ οὐκέτι μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου
והשארתי בקרבך עם עני ודל וחסו בשם יהוה | 12 |
καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πραῢν καὶ ταπεινόν καὶ εὐλαβηθήσονται ἀπὸ τοῦ ὀνόματος κυρίου
שארית ישראל לא יעשו עולה ולא ידברו כזב ולא ימצא בפיהם לשון תרמית כי המה ירעו ורבצו ואין מחריד | 13 |
οἱ κατάλοιποι τοῦ Ισραηλ καὶ οὐ ποιήσουσιν ἀδικίαν καὶ οὐ λαλήσουσιν μάταια καὶ οὐ μὴ εὑρεθῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς
רני בת ציון--הריעו ישראל שמחי ועלזי בכל לב בת ירושלם | 14 |
χαῖρε σφόδρα θύγατερ Σιων κήρυσσε θύγατερ Ιερουσαλημ εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου θύγατερ Ιερουσαλημ
הסיר יהוה משפטיך פנה איבך מלך ישראל יהוה בקרבך לא תיראי רע עוד | 15 |
περιεῖλεν κύριος τὰ ἀδικήματά σου λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου βασιλεὺς Ισραηλ κύριος ἐν μέσῳ σου οὐκ ὄψῃ κακὰ οὐκέτι
ביום ההוא יאמר לירושלם אל תיראי ציון אל ירפו ידיך | 16 |
ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ κύριος τῇ Ιερουσαλημ θάρσει Σιων μὴ παρείσθωσαν αἱ χεῖρές σου
יהוה אלהיך בקרבך גבור יושיע ישיש עליך בשמחה יחריש באהבתו--יגיל עליך ברנה | 17 |
κύριος ὁ θεός σου ἐν σοί δυνατὸς σώσει σε ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ καὶ εὐφρανθήσεται ἐπὶ σὲ ἐν τέρψει ὡς ἐν ἡμέρᾳ ἑορτῆς
נוגי ממועד אספתי ממך היו--משאת עליה חרפה | 18 |
καὶ συνάξω τοὺς συντετριμμένους οὐαί τίς ἔλαβεν ἐπ’ αὐτὴν ὀνειδισμόν
הנני עשה את כל מעניך בעת ההיא והושעתי את הצלעה והנדחה אקבץ ושמתים לתהלה ולשם בכל הארץ בשתם | 19 |
ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἕνεκεν σοῦ ἐν τῷ καιρῷ ἐκείνῳ λέγει κύριος καὶ σώσω τὴν ἐκπεπιεσμένην καὶ τὴν ἀπωσμένην εἰσδέξομαι καὶ θήσομαι αὐτοὺς εἰς καύχημα καὶ ὀνομαστοὺς ἐν πάσῃ τῇ γῇ
בעת ההיא אביא אתכם ובעת קבצי אתכם כי אתן אתכם לשם ולתהלה בכל עמי הארץ בשובי את שבותיכם לעיניכם אמר יהוה | 20 |
καὶ καταισχυνθήσονται ἐν τῷ καιρῷ ἐκείνῳ ὅταν καλῶς ὑμῖν ποιήσω καὶ ἐν τῷ καιρῷ ὅταν εἰσδέξωμαι ὑμᾶς διότι δώσω ὑμᾶς ὀνομαστοὺς καὶ εἰς καύχημα ἐν πᾶσιν τοῖς λαοῖς τῆς γῆς ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν ὑμῶν ἐνώπιον ὑμῶν λέγει κύριος