< תהילים 8 >
למנצח על-הגתית מזמור לדוד ב יהוה אדנינו-- מה-אדיר שמך בכל-הארץ אשר תנה הודך על-השמים | 1 |
εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν ψαλμὸς τῷ Δαυιδ κύριε ὁ κύριος ἡμῶν ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν
מפי עוללים וינקים-- יסדת-עז למען צורריך להשבית אויב ומתנקם | 2 |
ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν
כי-אראה שמיך מעשה אצבעתיך-- ירח וכוכבים אשר כוננתה | 3 |
ὅτι ὄψομαι τοὺς οὐρανούς ἔργα τῶν δακτύλων σου σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας
מה-אנוש כי-תזכרנו ובן-אדם כי תפקדנו | 4 |
τί ἐστιν ἄνθρωπος ὅτι μιμνῄσκῃ αὐτοῦ ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν
ותחסרהו מעט מאלהים וכבוד והדר תעטרהו | 5 |
ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν
תמשילהו במעשי ידיך כל שתה תחת-רגליו | 6 |
καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ
צנה ואלפים כלם וגם בהמות שדי | 7 |
πρόβατα καὶ βόας πάσας ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου
צפור שמים ודגי הים עבר ארחות ימים | 8 |
τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης τὰ διαπορευόμενα τρίβους θαλασσῶν
יהוה אדנינו מה-אדיר שמך בכל-הארץ | 9 |
κύριε ὁ κύριος ἡμῶν ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ