< תהילים 67 >

למנצח בנגינת מזמור שיר ב אלהים יחננו ויברכנו יאר פניו אתנו סלה 1
εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς ᾠδῆς ὁ θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς διάψαλμα
לדעת בארץ דרכך בכל-גוים ישועתך 2
τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου
יודוך עמים אלהים יודוך עמים כלם 3
ἐξομολογησάσθωσάν σοι λαοί ὁ θεός ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες
ישמחו וירננו לאמים כי-תשפט עמים מישר ולאמים בארץ תנחם סלה 4
εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις διάψαλμα
יודוך עמים אלהים יודוך עמים כלם 5
ἐξομολογησάσθωσάν σοι λαοί ὁ θεός ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες
ארץ נתנה יבולה יברכנו אלהים אלהינו 6
γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς εὐλογήσαι ἡμᾶς ὁ θεὸς ὁ θεὸς ἡμῶν
יברכנו אלהים וייראו אותו כל-אפסי-ארץ 7
εὐλογήσαι ἡμᾶς ὁ θεός καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς

< תהילים 67 >