< מִשְׁלֵי 1 >

משלי שלמה בן-דוד-- מלך ישראל 1
παροιμίαι Σαλωμῶντος υἱοῦ Δαυιδ ὃς ἐβασίλευσεν ἐν Ισραηλ
לדעת חכמה ומוסר להבין אמרי בינה 2
γνῶναι σοφίαν καὶ παιδείαν νοῆσαί τε λόγους φρονήσεως
לקחת מוסר השכל צדק ומשפט ומשרים 3
δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν
לתת לפתאים ערמה לנער דעת ומזמה 4
ἵνα δῷ ἀκάκοις πανουργίαν παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν
ישמע חכם ויוסף לקח ונבון תחבלות יקנה 5
τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται
להבין משל ומליצה דברי חכמים וחידתם 6
νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ αἰνίγματα
יראת יהוה ראשית דעת חכמה ומוסר אוילים בזו 7
ἀρχὴ σοφίας φόβος θεοῦ σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν εὐσέβεια δὲ εἰς θεὸν ἀρχὴ αἰσθήσεως σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν
שמע בני מוסר אביך ואל-תטש תורת אמך 8
ἄκουε υἱέ παιδείαν πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου
כי לוית חן הם לראשך וענקים לגרגרתך 9
στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ
בני-- אם-יפתוך חטאים אל-תבא 10
υἱέ μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς μηδὲ βουληθῇς ἐὰν παρακαλέσωσί σε λέγοντες
אם-יאמרו לכה אתנו נארבה לדם נצפנה לנקי חנם 11
ἐλθὲ μεθ’ ἡμῶν κοινώνησον αἵματος κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως
נבלעם כשאול חיים ותמימים כיורדי בור (Sheol h7585) 12
καταπίωμεν δὲ αὐτὸν ὥσπερ ᾅδης ζῶντα καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς (Sheol h7585)
כל-הון יקר נמצא נמלא בתינו שלל 13
τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων
גורלך תפיל בתוכנו כיס אחד יהיה לכלנו 14
τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν
בני--אל-תלך בדרך אתם מנע רגלך מנתיבתם 15
μὴ πορευθῇς ἐν ὁδῷ μετ’ αὐτῶν ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν
כי רגליהם לרע ירוצו וימהרו לשפך-דם 16
οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν καὶ ταχινοὶ τοῦ ἐκχέαι αἷμα
כי-חנם מזרה הרשת-- בעיני כל-בעל כנף 17
οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς
והם לדמם יארבו יצפנו לנפשתם 18
αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή
כן--ארחות כל-בצע בצע את-נפש בעליו יקח 19
αὗται αἱ ὁδοί εἰσιν πάντων τῶν συντελούντων τὰ ἄνομα τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται
חכמות בחוץ תרנה ברחבות תתן קולה 20
σοφία ἐν ἐξόδοις ὑμνεῖται ἐν δὲ πλατείαις παρρησίαν ἄγει
בראש המיות תקרא בפתחי שערים בעיר--אמריה תאמר 21
ἐπ’ ἄκρων δὲ τειχέων κηρύσσεται ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσα λέγει
עד-מתי פתים-- תאהבו-פתי ולצים--לצון חמדו להם וכסילים ישנאו-דעת 22
ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης οὐκ αἰσχυνθήσονται οἱ δὲ ἄφρονες τῆς ὕβρεως ὄντες ἐπιθυμηταί ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν
תשובו לתוכחתי הנה אביעה לכם רוחי אודיעה דברי אתכם 23
καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον
יען קראתי ותמאנו נטיתי ידי ואין מקשיב 24
ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε
ותפרעו כל-עצתי ותוכחתי לא אביתם 25
ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμὰς βουλάς τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε
גם-אני באידכם אשחק אלעג בבא פחדכם 26
τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι καταχαροῦμαι δέ ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος
בבא כשאוה (כשואה) פחדכם-- ואידכם כסופה יאתה בבא עליכם צרה וצוקה 27
καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ καὶ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος
אז יקראנני ולא אענה ישחרנני ולא ימצאנני 28
ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν ζητήσουσίν με κακοὶ καὶ οὐχ εὑρήσουσιν
תחת כי-שנאו דעת ויראת יהוה לא בחרו 29
ἐμίσησαν γὰρ σοφίαν τὸν δὲ φόβον τοῦ κυρίου οὐ προείλαντο
לא-אבו לעצתי נאצו כל-תוכחתי 30
οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους
ויאכלו מפרי דרכם וממעצתיהם ישבעו 31
τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται
כי משובת פתים תהרגם ושלות כסילים תאבדם 32
ἀνθ’ ὧν γὰρ ἠδίκουν νηπίους φονευθήσονται καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ
ושמע לי ישכן-בטח ושאנן מפחד רעה 33
ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ’ ἐλπίδι καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ

< מִשְׁלֵי 1 >