< עבדיה 1 >

חזון עבדיה כה אמר אדני יהוה לאדום שמועה שמענו מאת יהוה וציר בגוים שלח--קומו ונקומה עליה למלחמה 1
ὅρασις Αβδιου τάδε λέγει κύριος ὁ θεὸς τῇ Ιδουμαίᾳ ἀκοὴν ἤκουσα παρὰ κυρίου καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ’ αὐτὴν εἰς πόλεμον
הנה קטן נתתיך בגוים בזוי אתה מאד 2
ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔθνεσιν ἠτιμωμένος σὺ εἶ σφόδρα
זדון לבך השיאך שכני בחגוי סלע מרום שבתו אמר בלבו מי יורדני ארץ 3
ὑπερηφανία τῆς καρδίας σου ἐπῆρέν σε κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν ὑψῶν κατοικίαν αὐτοῦ λέγων ἐν καρδίᾳ αὐτοῦ τίς με κατάξει ἐπὶ τὴν γῆν
אם תגביה כנשר ואם בין כוכבים שים קנך--משם אורידך נאם יהוה 4
ἐὰν μετεωρισθῇς ὡς ἀετὸς καὶ ἐὰν ἀνὰ μέσον τῶν ἄστρων θῇς νοσσιάν σου ἐκεῖθεν κατάξω σε λέγει κύριος
אם גנבים באו לך אם שודדי לילה--איך נדמיתה הלוא יגנבו דים אם בצרים באו לך הלוא ישאירו עללות 5
εἰ κλέπται εἰσῆλθον πρὸς σὲ ἢ λῃσταὶ νυκτός ποῦ ἂν ἀπερρίφης οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς καὶ εἰ τρυγηταὶ εἰσῆλθον πρὸς σέ οὐκ ἂν ὑπελίποντο ἐπιφυλλίδα
איך נחפשו עשו נבעו מצפניו 6
πῶς ἐξηρευνήθη Ησαυ καὶ κατελήμφθη αὐτοῦ τὰ κεκρυμμένα
עד הגבול שלחוך כל אנשי בריתך--השיאוך יכלו לך אנשי שלמך לחמך ישימו מזור תחתיך--אין תבונה בו 7
ἕως τῶν ὁρίων σου ἐξαπέστειλάν σε πάντες οἱ ἄνδρες τῆς διαθήκης σου ἀντέστησάν σοι ἠδυνάσθησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου ἔθηκαν ἔνεδρα ὑποκάτω σου οὐκ ἔστιν σύνεσις αὐτοῖς
הלוא ביום ההוא נאם יהוה והאבדתי חכמים מאדום ותבונה מהר עשו 8
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος ἀπολῶ σοφοὺς ἐκ τῆς Ιδουμαίας καὶ σύνεσιν ἐξ ὄρους Ησαυ
וחתו גבוריך תימן למען יכרת איש מהר עשו מקטל 9
καὶ πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θαιμαν ὅπως ἐξαρθῇ ἄνθρωπος ἐξ ὄρους Ησαυ
מחמס אחיך יעקב תכסך בושה ונכרת לעולם 10
διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου Ιακωβ καὶ καλύψει σε αἰσχύνη καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα
ביום עמדך מנגד ביום שבות זרים חילו ונכרים באו שערו ועל ירושלם ידו גורל--גם אתה כאחד מהם 11
ἀφ’ ἧς ἡμέρας ἀντέστης ἐξ ἐναντίας ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ Ιερουσαλημ ἔβαλον κλήρους καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν
ואל תרא ביום אחיך ביום נכרו ואל תשמח לבני יהודה ביום אבדם ואל תגדל פיך ביום צרה 12
καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς Ιουδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν καὶ μὴ μεγαλορρημονήσῃς ἐν ἡμέρᾳ θλίψεως
אל תבוא בשער עמי ביום אידם אל תרא גם אתה ברעתו ביום אידו ואל תשלחנה בחילו ביום אידו 13
μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν μηδὲ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν
ואל תעמד על הפרק להכרית את פליטיו ואל תסגר שרידיו ביום צרה 14
μηδὲ ἐπιστῇς ἐπὶ τὰς διεκβολὰς αὐτῶν τοῦ ἐξολεθρεῦσαι τοὺς ἀνασῳζομένους αὐτῶν μηδὲ συγκλείσῃς τοὺς φεύγοντας ἐξ αὐτῶν ἐν ἡμέρᾳ θλίψεως
כי קרוב יום יהוה על כל הגוים כאשר עשית יעשה לך גמלך ישוב בראשך 15
διότι ἐγγὺς ἡμέρα κυρίου ἐπὶ πάντα τὰ ἔθνη ὃν τρόπον ἐποίησας οὕτως ἔσται σοι τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου
כי כאשר שתיתם על הר קדשי ישתו כל הגוים תמיד ושתו ולעו והיו כלוא היו 16
διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου πίονται πάντα τὰ ἔθνη οἶνον πίονται καὶ καταβήσονται καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες
ובהר ציון תהיה פליטה והיה קדש וירשו בית יעקב את מורשיהם 17
ἐν δὲ τῷ ὄρει Σιων ἔσται ἡ σωτηρία καὶ ἔσται ἅγιον καὶ κατακληρονομήσουσιν ὁ οἶκος Ιακωβ τοὺς κατακληρονομήσαντας αὐτούς
והיה בית יעקב אש ובית יוסף להבה ובית עשו לקש ודלקו בהם ואכלום ולא יהיה שריד לבית עשו כי יהוה דבר 18
καὶ ἔσται ὁ οἶκος Ιακωβ πῦρ ὁ δὲ οἶκος Ιωσηφ φλόξ ὁ δὲ οἶκος Ησαυ εἰς καλάμην καὶ ἐκκαυθήσονται εἰς αὐτοὺς καὶ καταφάγονται αὐτούς καὶ οὐκ ἔσται πυροφόρος ἐν τῷ οἴκῳ Ησαυ διότι κύριος ἐλάλησεν
וירשו הנגב את הר עשו והשפלה את פלשתים וירשו את שדה אפרים ואת שדה שמרון ובנימן את הגלעד 19
καὶ κατακληρονομήσουσιν οἱ ἐν Ναγεβ τὸ ὄρος τὸ Ησαυ καὶ οἱ ἐν τῇ Σεφηλα τοὺς ἀλλοφύλους καὶ κατακληρονομήσουσιν τὸ ὄρος Εφραιμ καὶ τὸ πεδίον Σαμαρείας καὶ Βενιαμιν καὶ τὴν Γαλααδῖτιν
וגלת החל הזה לבני ישראל אשר כנענים עד צרפת וגלת ירושלם אשר בספרד--ירשו את ערי הנגב 20
καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη τοῖς υἱοῖς Ισραηλ γῆ τῶν Χαναναίων ἕως Σαρεπτων καὶ ἡ μετοικεσία Ιερουσαλημ ἕως Εφραθα καὶ κληρονομήσουσιν τὰς πόλεις τοῦ Ναγεβ
ועלו מושעים בהר ציון לשפט את הר עשו והיתה ליהוה המלוכה 21
καὶ ἀναβήσονται ἄνδρες σεσῳσμένοι ἐξ ὄρους Σιων τοῦ ἐκδικῆσαι τὸ ὄρος Ησαυ καὶ ἔσται τῷ κυρίῳ ἡ βασιλεία

< עבדיה 1 >